Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Κωνσταντινούπολη ΙΔΡΥΜΑ ΜΕΙΖΟΝΟΣ ΕΛΛΗΝΙΣΜΟΥ
z
 
 
 
 
 
 
 
 
 
Αναζήτηση με το γράμμα ΑΑναζήτηση με το γράμμα ΒΑναζήτηση με το γράμμα ΓΑναζήτηση με το γράμμα ΔΑναζήτηση με το γράμμα ΕΑναζήτηση με το γράμμα ΖΑναζήτηση με το γράμμα ΗΑναζήτηση με το γράμμα ΘΑναζήτηση με το γράμμα ΙΑναζήτηση με το γράμμα ΚΑναζήτηση με το γράμμα ΛΑναζήτηση με το γράμμα ΜΑναζήτηση με το γράμμα ΝΑναζήτηση με το γράμμα ΞΑναζήτηση με το γράμμα ΟΑναζήτηση με το γράμμα ΠΑναζήτηση με το γράμμα ΡΑναζήτηση με το γράμμα ΣΑναζήτηση με το γράμμα ΤΑναζήτηση με το γράμμα ΥΑναζήτηση με το γράμμα ΦΑναζήτηση με το γράμμα ΧΑναζήτηση με το γράμμα ΨΑναζήτηση με το γράμμα Ω

Критувул Имбриотски

Συγγραφή : Bencheva Joanna (15/2/2008)

Για παραπομπή: Bencheva Joanna, "Критувул Имбриотски", 2008,
Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Κωνσταντινούπολη
URL: <http://www.ehw.gr/l.aspx?id=10962>

Критувул Имбриотски (2/9/2009 v.1) Kritovoulos Imvrios (11/10/2010 v.1) Κριτόβουλος Ίμβριος  (10/2/2009 v.1) 

Παραθέματα

 
Началото на Историята на Критовул Имбриотски

ΚΡΙΤΟΒΟΥΛΟΥ
ΞΥΓΓΡΑΦΗ ΙΣΤΟΡΙΩΝ ΠΡΩΤΗ
περιέχει ἥδε ἀρχὴν τῆς βασιλείας Μεχέμετι μεγίστου αὐτοκράτορος καὶ πάροδον ἐς αὐτήν, ἔργα καὶ πράξεις αὐτοῦ τειχισμόν τε τοῦ ἐν Βοσπόρῳ νέου φρουρίου πόλεμόν τε τῆς Κωνσταντινουπόλεως καὶ ἅλωσιν ταύτης, χρόνου πλῆθος ἔτη τρία.

ΚΡΙΤΟΒΟΥΛΟΥ
σημείωσαι τὰς αἰτίας τῆς συγγραφῆς

Κριτόβουλος ὁ νησιώτης, τὰ πρῶτα τῶν Ἰμβριωτῶν, τὴν ξυγγραφὴν τήνδε ξυνέγραψε δικαιώσας μὴ πράγματα οὕτω μεγάλα καὶ θαυμαστὰ ἐφ’ ἡμῶν γεγονότα μεῖναι ἀνήκουστα, ἀλλὰ ξυγγραψάμενος παραδοῦναι ταῖς μεθ’ ἡμᾶς γενεαῖς, ὡς μήτε ἔργα γενναῖά τε καὶ ἀξιαφήγητα καὶ τῶν παλαιῶν λειπόμενα μηδενὸς τῷ χρόνῳ καλυφθέντα ἐξ ἀνθρώπων ἀφανισθείη μήτε οἱ γεγονότες ἐς ὕστερον τὰ μέγιστα ζημιωθεῖεν τοιαύτης ἀμοιρήσαντες ἱστορίας τε καὶ μαθήσεως, καὶ οἱ ταῦτα δὲ πράξαντες ἔχωσί τι μνημεῖον κάλλιστον εἰς τὸν ἔπειτα χρόνον τῆς σφῶν αὐτῶν ἀνδρίας καὶ ἀρετῆς ἐκ τῆσδε τῆς ξυγγραφῆς καὶ τῆς τῶν ἔργων ἀποδείξεως. ἐδόκει δέ μοι καὶ διὰ τόδε οὐχ ἥκιστα ἀναγκαία εἶναι ἥδε ἡ νῦν ξυγγραφή· τὰ μὲν γὰρ παλαιὰ τῶν ἔργων πρεσβύτατα ὄντα καὶ μέγιστα δυσπαράδεκτά πώς εἰσι καὶ εἰς ἀκοὴν ἔρχεται μόγις τῷ χρόνῳ ὥσπερ γηράσκοντα καὶ διαπιστούμενα ἢ τῷ γε πολλῷ τῆς μνήμης συνεθισμῷ καὶ καταφρονεῖται· πᾶν γὰρ τὸ πλεονάζον ἐς κόρον ἥκει, κόρος δὲ ἀηδίαν φέρει. τὰ δὲ δὴ νῦν καινά τε ὄντα καὶ προσεχῆ καὶ ὡς γνώριμα εὐπαράδεκτά τέ ἐστι καὶ κατέχεται καὶ ὡς προσεχῆ μᾶλλον θαυμάζεται, καὶ τοσούτῳ μᾶλλον ὅσῳ καὶ μᾶλλον διαφέροντα ᾖ καὶ τὴν πίστιν ἔχοντα τῷ σαφεῖ καὶ γνωρίμῳ χαιρόντων τε τῶν ἀνθρώπων ὡς τὰ πολλὰ τοῖς καινοτέροις τῶν ἔργων καὶ τούτοις μᾶλλον ἐθελόντων ἕπεσθαι. διὰ ταῦτα δὴ καὶ ἕτερα τοιαῦτα ἀναγκαία μοι κατεφάνη εἶναι ἥδε ἡ ξυγγραφή· ἔργα τε γὰρ δὴ μεγάλα καὶ θαυμαστὰ ἐν τοῖς νῦν καιροῖς καὶ τάδε ἐπράχθη οἷα τὸ παλαιὸν ἐν Ἕλλησι καὶ βαρβάροις, προσέτι δὲ καὶ Ῥωμαίοις, μεγίστην ἀπόδειξιν παρεχόμενα ἀρετῆς καὶ ἀνδρίας τῶν ἐπιφανεστάτων ἀνδρῶν ἀρχή τε κατελύθη μεγίστη δὴ καὶ πρεσβυτάτη ὧν ἴσμεν ἐν ὀλίγῳ χρόνῳ καταπολεμηθεῖσα ἡ τῶν Ῥωμαίων κίνησίς τε μεγίστη δὴ πάντων γέγονεν αὕτη καὶ μεταβολὴ πραγμάτων οὐ τῶν τυχόντων. γράψω δὴ καθέκαστα ὡς ἐγένετο ἀκριβῶς τούς τε λόγους ξυναρμόζων τοῖς ἔργοις τά τε ἔργα μηδαμοῦ τῶν καιρῶν ἀποδιιστὰς ἔν τε τοῖς προσώποις καὶ τοῖς καιροῖς τὴν γιγνομένην τάξιν μετὰ τοῦ προσήκοντος σῴζων καὶ διὰ πάντων τἀληθοῦς πλεῖστον λόγον ποιούμενος.

Critobuli Imbriotae Historiae, Reinsch, D.R. (ред.), (Corpus Fontium Historiae Byzantinae 22, Series Berolinensis, Berolini 1983), Ι, 1.1-9 и Ι, 2.1-8.


Възстановяване на крепостните стени и конструкция на укреплението Хрисеа


ἔπειτα κελεύει τὰ κατερριφθέντα τοῦ τείχους παρὰ τῶν μηχανῶν τειχίζειν τε ἀσφαλῶς πάντα καί, ὅπῃ ἄλλῃ πεπονηκὸς ἦν τῷ χρόνῳ κατά τε γῆν καὶ θάλασσαν, ἀνορθοῦν. καταβάλλει δὲ καὶ θεμελίους τῶν βασιλείων ἀπολεξάμενος, ὅπερ ἔφην, τὸν πλεῖστον καὶ κάλλιστον χῶρον τῆς πόλεως. ἔτι δὲ κελεύει τειχίζειν καὶ φρούριον ἐρυμνὸν περίπου τὴν Χρυσέαν, ᾗ ποτε τῶν βασιλέων τὸ φρούριον ἦν, καὶ γίνεσθαι ταῦτα πάντα κατὰ σπουδήν, ἐργάζεσθαι δὲ τοὺς αἰχμαλώτους Ῥωμαίους λαμβάνοντας τῆς ἡμέρας μισθὸν ἀνὰ νομισμάτων ἓξ ἢ καὶ πλείω. ἦν δὲ τοῦτο τρόπον τινὰ πρόνοια παρὰ τοῦ βασιλέως τοῖς αἰχμαλώτοις τοῦ τε διατρέφεσθαι καὶ τοῦ τὴν ἰδίαν ὠνὴν εὐποροῦντας ἐκ τούτου ἔχειν κατατίθεσθαι τοῖς σφῶν κυρίοις καὶ ἐλευθέρους γινομένους κατοικεῖν ἐν τῇ Πόλει· οὐ μόνον δὲ ἀλλὰ καὶ φιλανθρωπίᾳ πολλῇ καὶ εὐποιίᾳ, προσέτι γε μὴν καὶ μεγαλοψυχίᾳ βασιλικῇ καὶ περὶ πάντας μὲν τοὺς ἄλλους ἁπλῶς, οὐχ ἥκιστα δὲ περὶ τοὺς αἰχμαλώτους τούτους ἐχρῆτο, ἐλεῶν τε αὐτοὺς καὶ καθημέραν φιλοτίμως εὐεργετῶν. ἐξερχόμενος γὰρ τῶν βασιλείων πολλάκις καὶ κατὰ θέαν τὴν πόλιν περιιὼν ἢ ἄλλως γέ πως, εἴ πού τισιν ἐνετύγχανε τούτων, εὐθὺς ἀνέχων τὸν ἵππον διεδίδου πᾶσι δαψιλῶς αὐτοχειρὶ καὶ ἀργυρίου νομίσματα καὶ χρυσίου πολλάκις· τοσοῦτος ἔλεος εἶχεν αὐτὸν τῶν ἀνδρῶν.

Critobuli Imbriotae Historiae, Reinsch, D.R. (ред.), (Corpus Fontium Historiae Byzantinae 22, Series Berolinensis, Berolini 1983), II, 1. 5-1. стр. 90
 
 
 
 
 

Δελτίο λήμματος

 
press image to open photo library
 

>>>