Ο Φιλάρετος ο Ελεήμων αγοράζει τάφο στη μονή της Κρίσεως
ἀνῆλθεν εἰς τὸ μοναστήριον τὸ ἐπιλεγόμενον εἰς τὴν Κρίσιν –καὶ Ῥοδοφύλιόν τινες αὐτὸ καλοῦσιν, παρθένοι δὲ σεμναὶ ἐν αὐτῷ οἰκοῦσι– αἰτήσας μνημεῖον παρὰ τῆς ἡγουμένης καὶ δοὺς αὐτῇ χρυσίον ἱκανόν, ἔλαβε παρ’ αὐτῆς λάρνακα κενόν.
Νικήτας εξ Αμνίας, Βίος Φιλαρέτου του ελεήμονος, Formy, M.H. – Leroy, B.M. (επιμ.), “La Vie de s. Philarète”, Byzantion 9 (1934), σελ. 151.
Ο Βασίλειος Α΄ επισκευάζει το ναό του Αποστόλου Ανδρέα
καὶ τὸν πλησιάζοντα δὲ τούτῳ κατὰ τὸ μέρος τὸ πρὸς δυσμὰς Ἀνδρέου τοῦ πρωτοκλήτου τῶν ἀποστόλων ναὸν ἐκ πολλῆς ἀμελείας διαρρυέντα εἰς τὸ ἀρχαῖον κάλλος τῇ δεούσῃ ἐπιμελείᾳ ἀνήγαγεν.
Συνεχισταί Θεοφάνους, Χρονογραφία [Βίος Βασιλείου], Bekker, I. (επιμ.), Theophanes Continuatus (CSHΒ, Bonn 1838), σελ. 323-324.
Το πρώτο επίγραμμα του Πλανούδη για τη χορηγία της Θεοδώρας Ραούλαινας στο ναό του Αγίου Ανδρέα εν τη Κρίσει
Στίχοι εἰς τὸν ναὸν τοῦ Ἁγίου Ἀνδρέου ὃν ἀνήγειρεν ἡ πρωτοβεστιαρία ἡρωελεγεῖοι Μαξίμου τοῦ Πλανούδη.
Πειθομένη σε δόμοισιν ἐν οὐρανίοισιν ἀληθὼς
ψυχῇ ναιετάειν, Ἀνδρέα κλεινότατε,
καὶ τῷ σώματι σεῖο νεὼν ἐδομήσατο τόνδε,
κάλλεσιν οὐρανίοις ἐν χθονὶ λαμπόμενον,
ἡ πάσαις ἐνὶ θηλυτέρῃσι σοφὴ Θεοδώρα (5)
ἀμφοτέρων τε λόγων κῦδος ἀναψαμένη.
Ἦ γενέτης μὲν ἔην Καντακουζηνὸς Ἰωάννης,
μήτηρ δ’ Εὐλογίη ἀξίη εὐλογίης,
σύγγονος οὖσα Παλαιολόγου Μιχαὴλ βασιλῆος,
οὗ γόνος Ἀνδρόνικος πλεῖον ἄνακτος ἄναξ, (10)
κοινωνὸς βιότου δὲ Ῥαοὺλ πέλεν Ἰωάννης.
τιμὴν εἰληφὼς πρωτοβεστιαρίου.
Αὕτη χηροσύνην ἔστερξεν ἀμέμπτως·
ἔτρεφε νωλεμέως Χριστὸν ἐν ἐνδεέσι,
δόγματος ὀρθοτόμοιο χάριν πάθεν ἄλγεα πολλὰ, (15)
τίμα καὶ φιλίην εἴ τις ἐφημερίων.
Τοίη τῷ τοιῷδε τοιόνδε σοι εἵσατο νηόν,
Ἀνδρέα, καὶ σὺ χάριν πλούσιον ἀντιμέτρει.
Λάμπρος, Σ. Π. (επιμ.), «Επιγράμματα Μαξίμου Πλανούδη», Νέος Ελληνομνήμων 13 (1916), σελ. 415-416.