The prophetic dreams of the mother of the future emperor Basil the Macedonian convinced her to encourage her son to seek his glorious future at Constantinople.
Ἐπεὶ δὲ κυριωτέραν ἔδει τὴν θείαν γενέσθαι βουλὴν καὶ τοῦτον πρὸς ὅπερ ἀφώριστο κατὰ μικρὸν ὁδῷ βαδίζοντα ἀνελθεῖν, ὀνειράτων ὄψεις πείθουσι τὴν μητέρα ὑπενδοῦναι αὐτῷ καὶ ὑπεῖξαι τῆς πρὸς τὴν πόλιν ὁρμῆς, μᾶλλον δὲ αὐτὴν ἐκείνην παρορμῆσαι αὐτὸν καὶ προτρέψασθαι τὴν βασιλεύουσαν πόλιν καταλαβεῖν καὶ ἐπιδείξασθαι τὸν τῆς ψυχῆς λειμῶνα καὶ τὰ τοῦ γενναίου φρονήματος προτερήματα. ἔδοξε γάρ ποτε ὄναρ ἡ μήτηρ ὁρᾶν μέγιστον ἐξ αὐτῆς ἀναβλαστῆσαι φυτόν, ὡς ἡ Κύρου μήτηρ εἶδε τὴν ἄμπελον, καὶ τοῦτο ἐπὶ τῆς οἰκίας αὐτῆς ἑστάναι ἄνθεσί τε κομῶν καὶ καρπῷ βρῖθον, χρυσοῦν τε εἶναι τὸ ἀπὸ γῆς τούτου μέγα στέλεχος, καὶ τὸ κλάδος καὶ τὰ φύλλα χρυσοειδῆ. τοῦτο δὲ πρός τινα τῶν συνήθων καὶ περὶ τὰ τοιαῦτα κατευστοχεῖν δοκούντων διηγησαμένη ἐπὶ λαμπρᾶς καὶ μεγάλης τύχης ἔσεσθαι δηλοῦν τὸν υἱὸν αὐτῆς ἤκουσε. καὶ αὖθις δὲ μετά τινα χρόνον ὀλίγον ὁρᾷ κατὰ τοὺς ὕπνους ἄνδρα τινὰ γηραιόν, οὗ πῦρ ἐξῄει ἀπὸ τοῦ στόματος, διαρρήδην λέγοντα πρὸς αὐτὴν ὅτι ὁ ἀγαπώμενος ὑπὸ σοῦ ὁ υἱός σου Βασίλειος τῆς τῶν Ῥωμαίων βασιλείας παρὰ θεοῦ τὰ σκῆπτρα ἐγχειρισθήσεται, καὶ δεῖ σε προτρέψασθαι τοῦτον πρὸς τὴν Κωνσταντινούπολιν εἰσελθεῖν. ἡ δὲ πρὸς τὴν χαρμόσυνον ταύτην ἀγγελίαν διαχυθεῖσα καὶ πλήρης γενομένη χαρμόσυνον ταύτην ἀγγελίαν διαχυθεῖσα καὶ πλήρης γενομένη χαρᾶς προσεκύνησέ τε τὸν γηραιὸν ἐκεῖνον καὶ “τίς εἶ” εἶπεν αὐτῷ, “ὦ κύριέ μου, ὁ μὴ ἀπαξιώσας ἐποφθῆναι τῇ δούλῃ σου, ἀλλ’ οὕτως εὐφρόσυνα εὐαγγέλια προσκομίσας μοι;” ὁ δὲ “Ἠλίας” φησίν “ὁ Θεσβίτης εἰμί,” καὶ ἀπέπτη τῶν ὀφθαλμῶν. διυπνισθεῖσα οὖν ἐκείνη, καὶ ταῖς δεξιαῖς ταύταις ὄψεσι, μᾶλλον δὲ θείαις ἀποκαλύψεσιν οἷον ἀναπτερωθεῖσα καὶ ζωπυρήσασα, προθύμως αὐτὴ παρώρμα καὶ ἐξέπεμπε τὸν υἱὸν πρὸς τὴν βασιλεύουσαν, καὶ οἷα μήτηρ ἐνουθέτει καὶ παρεκάλει τόν τε θεῖον φόβον διηνεκῶς ἔχειν ἐν τῇ ψυχῇ, καὶ νομίζειν ἀεὶ τὸν τῆς προνοίας ὀφθαλμὸν πᾶσαν πρᾶξιν αὐτοῦ καὶ πᾶν νόημα ἐφορᾶν καὶ μηδὲν ἀνάξιον τῆς τοιαύτης ἐφορείας σπουδάζειν, ἀλλὰ τῷ προσήκοντι καταστήματι τὰς οἰκείας ἀρετὰς ἐπιδείξασθαι καὶ ἐν μηδενὶ τὴν προγονικὴν καταισχῦναι εὐγένειαν.
Vita Basilii, ed. I. Bekker, Theophanes Continuatus (CSHB, Bonn 1838), pp. 221.19-223.1.
Extract from a Novel (934) of Romanos I Lakapenos, which enforced the principle of protimesis, aiming at the protection of the small land property against the greedy wills of the powerful ones.
Θεσπίζομεν τοιγαροῦν τοὺς ἐν πάσῃ χώρᾳ καὶ πολιτείᾳ, ἣν μετὰ θεὸν ἡ ὑφ’ ἡμᾶς διέπει ἀρχή, διάγοντας ἐλευθέραν καὶ ἀνενόχλητον τὴν λαχοῦσαν ἔχειν κατοίκησιν. Ἀλλ’ εἰ μὲν τοῦτο μένει φυλάττων ὁ χρόνος, ἔστω τῆς τῶν τέκνων ἢ συγγενῶν κληροδοσίας τὸ ἐπίκτημα, ἢ τῆς τοῦ κατέχοντος προαιρέσεως τὸ βούλημα συμπληρούμενον. Εἰ δέ, οἷα τῆς ἀνθρωπίνης βιώσεως καὶ τῆς τοῦ χρόνου παλιῤῥοίας, ἀνάγκης ἐπικειμένης ἢ καὶ θελήσεως τυχὸν μόνης ὑποτιθεμένης, τὴν τῶν οἰκείων τόπων ὑπεισάγει ἢ μερικῶς ἢ καθόλου ἐκποίησιν, τοῖς τῶν αὐτῶν ἢ καὶ τῶν ὁμορούντων ἀγρῶν ἢ χωρίων οἰκήτορσιν ἡ ἐξώνησις προκείσθω. Οὐ μίσει δὲ καὶ φθόνῳ τῶν ἰσχυροτέρων ταῦτα θεσμοθετοῦμεν, ἀλλ’ εὐνοίᾳ καὶ προστασίᾳ τῶν πενήτων καὶ κοινῇ σωτηρίᾳ τοῦτο διοριζόμεθα. Ἀνθ’ ὧν γὰρ ἐχρῆν τοὺς ἄρχειν ἐκ θεοῦ λαχόντας, τοὺς δόξῃ καὶ πλούτῳ τῶν πολλῶν ὑπερανεστηκότας, περὶ πολλοῦ τὴν τῶν πενήτων ποιεῖσθαι προμήθειαν, οὗτοι κατάβρωμα τούτους ἔχοντες, ὅτι μὴ τάχιον ταῦτα κατέχουσι δυσχεραίνουσιν. Εἰ δὲ καὶ μὴ πάντων τὸ τοιοῦτον ἀνοσιούργημα, ἀλλ’ ἔστω πᾶσι κοινὸν τὸ τοῦ νόμου συντήρημα, ὡς ἂν μὴ λάθῃ τῷ σίτῳ συνεισφερόμενον τὸ ζιζάνιον.
Romanos’ I Novel (934), ed. N. Svoronos – P. Gounaridis, Les Novelles des empereurs macédoniens concernant la terre et les stratiotes (Athènes 1994), pp. 83.33-84.49.
The conception of Constantine VII about the imperial power
Καί σου ὁ Παντοκράτωρ ὑπερασπιεῖ, καὶ συνετιεῖ σε ὁ πλάσας σε· κατευθυνεῖ σου τὰ διαβήματα, καὶ ἑδράσει σε ἐπὶ βάσιν ἀσάλευτον. Ὁ θρόνος σου ὡς ὁ ἥλιος ἐναντίον αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἔσονται βλέποντες ἐπί σε, καὶ οὐδὲν οὐ μὴ ἅψηταί σου τῶν χαλεπῶν, καθότι αὐτός σε ἐξελέξατο καὶ ἀπὸ μήτρας ἀφώρισεν, καὶ τὴν αὐτοῦ βασιλείαν ὡς ἀγαθῷ ὑπὲρ πάντας σοι ἔδωκεν, καὶ τέθεικεν ὡς σκέπην ἐπὶ βουνοῦ καὶ ὡς χρυσοῦν ἀνδριάντα ἐφ’ ὑψηλοῦ, καὶ ὡς πόλιν ἐπ’ ὄρους ἀνύψωσεν, ὥστε δωροφορεῖσθαι ὑπὸ ἐθνῶν καὶ προσκυνεῖσθαι ὑπὸ τῶν κατοικούντων τὴν γῆν. Ἀλλὰ σύ, Κύριε ὁ Θεός μου, οὗ ἡ βασιλεία αἰώνιος καὶ ἀνώλεθρος, εἴης κατευοδῶν τὸν διὰ σοῦ ἐξ ἐμοῦ γεννηθέντα, καὶ ἔστω ἡ ἐπισκοπὴ τοῦ προσώπου σου ἐπ’ αὐτόν, καὶ τὸ οὖς σου ἐπικλινέσθω ταῖς τούτου δεήσεσιν. Σκεπασάτω αὐτὸν ἡ χείρ σου, καὶ βασιλευέτω ἕνεκεν ἀληθείας, καὶ ὁδηγήσει αὐτὸν ἡ δεξία σου· κατευθυνθείησαν αἱ ὁδοὶ αὐτοῦ ἐνώπιόν σου τοῦ φυλάξασθαι τὰ δικαιώματά σου. Πρὸ προσώπου αὐτοῦ πεσοῦνται πολέμιοι, καὶ λείξουσι χοῦν οἱ ἐχθροὶ αὐτοῦ. Κατασκιασθείη τὸ στέλεχος τοῦ γένους αὐτοῦ πολυγονίας φύλλοις, καὶ ἡ σκιὰ τοῦ καρποῦ αὐτοῦ ἐπικαλύψαι ὄρη βασίλεια, ὅτι διὰ σοῦ βασιλεύουσι βασιλεῖς δοξάζοντές σε εἰς τὸν αἰῶνα.
G. Moravcsik (ed.), R. J. H. Jenkins (English transl), Constantine Porphyrogenitus, De administrando imperio (CFHB 1, Washington, D.C. 1967), p. 46.
Basil’s II visit to Athens after his victory over the Bulgarians (1019) and his votive offering at the Parthenon
ἐν Ἀθήναις δὲ γενόμενος [= Βασίλειος Β΄], καὶ τῇ θεοτόκῳ τὰ τῆς νίκης εὐχαριστήρια δοὺς καὶ ἀναθήμασι λαμπροῖς καὶ πολυτελέσι κοσμήσας τὸν ναόν, ὑπέστρεψεν εἰς Κωνσταντινούπολιν.
John Skylitzes, ed. I. Thurn, Ioannis Scylitzae Synopsis historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berolini - Novi Eboraci 1973), p. 364.80-83.