Το τέθριππο (τα άλογα της βασιλικής του Αγίου Μάρκου) στον Ιππόδρομο
α. Ἐν τῇ λεγομένῃ Νεολαίᾳ ἵστατο γυναικεία στήλη καὶ βωμὸς <μετὰ μοσ>χαρίδιον μικρόν· ἐν οἷς καὶ ἵπποι χρυσίῳ διαλαμπεῖς τέσσαρες· ἐπὶ <δίφρου δὲ καὶ> διφρελάτου θη<λείας στήλη> ἐν τῇ δεξιᾷ χειρὶ κατέχουσα στηλίδιόν τι, ἄγαλμα διατρέχον. Τοῦτο οἱ μὲν λέγουσι Κωνσταντίνου κατασκευήν, <οἱ δὲ> τὴν ζεῦξιν μόνην, τὴν δὲ λοιπὴν ἀρχαίαν εἶναι καὶ μηδὲν παρὰ Κωνσταντίνου κατασκευασθῆναι.
Παραστάσεις σύντομοι χρονικαί 5, Preger, T. (επιμ.), Scriptores originum Constantinopolitanarum I (Leipzig 1901, ανατ. 1975), σελ. 21.
β. Ἐς ἱκανὸν δὲ ὁ σουλτὰν τῷ βασιλεῖ συνδιέτριψε χρόνον καὶ ἵππων σταδιοδρόμων ἁμίλλαις τὸν ὀφθαλμὸν καθειστίακεν, [...] ἐπὶ τὸν κατὰ τὸ θέατρον πύργον ἀναλάμενος, οὗ κάτωθεν μὲν αἱ τῶν ἐπὶ σταδίου θεόντων ἀφετηρίαι εἰς ἁψῖδας παραλλήλους κεχήνασιν, ἄνωθεν δ’ ἵπποι χαλκήλατοι πεπήγασι πίσυρες χρυσῷ ἠληλιμμένοι, τοὺς αὐχένας ὑπόγυροι, ἀντιβλέποντες ἀλλήλοις καὶ δρόμον καμπτῆρος πνέοντες, διαπτῆναι τὸ στάδιον ἐπηγγέλλετο.
Νικήτας Χωνιάτης, Χρονική διήγησις, van Dieten, J. (επιμ.), Nicetae Choniatae historia (CFHB 11.1, Berlin 1975), σελ. 119.
Αρχαία αγάλματα στον Ιππόδρομο
α. Άγαλμα του Αυγούστου
Ἐν τῷ Ἱπποδρομίῳ ἀπετέθησαν εἴδωλα ἐκ τῆς Ῥώμης ἥκοντα ὡσεὶ ξʹ, ἐν οἷς καὶ Αὐγούστου, ὡς οὐ γέγραπται μέν, λέγεται δέ, τὸ ὁμοίωμα.
Παραστάσεις σύντομοι χρονικαί 60, Preger, T. (επιμ.), Scriptores originum Constantinopolitanarum I (Leipzig 1901, ανατ. 1975), σελ. 59.
β. Άγαλμα της Αθηνάς
Ἡ ἐν τῷ Ἱπποδρομίῳ καθεζομένη γυνὴ ἐν σελλίῳ χαλκῷ καὶ αὐτὴ ἄνωθεν, ὡς προείπομεν, ὁ μὲν Ἡρωδίων ἐδίδαξε Βερίναν εἶναι τοῦ μεγάλου Λέοντος· ὡς δὲ ἐγὼ παρὰ πλειόνων ἤκουσα, ἐξ Ἑλλάδος εἶναι τὸ εἴδωλον μᾶλλον τῆς Ἀθηνᾶς, ὅπερ καὶ ἐπίστευσα.
Παραστάσεις σύντομοι χρονικαί 61, Preger, T. (επιμ.), Scriptores originum Constantinopolitanarum I (Leipzig 1901, ανατ. 1975), σελ. 60.
γ. Αγάλματα Νίκης και Αλεξάνδρου
Ἐγγύθι τῆς Νίκης καὶ Ἀλεξάνδρου βασιλῆος
ἔστης ἀμφοτέρων κύδεα δρεψάμενος
Παλατινή Ανθολογία XVI. 345, Beckby, H. (επιμ.), Anthologia Graeca2 4 (Munich 1968).
δ. Άγαλμα του Ηρακλή
Κατήρειπτο οὖν Ἡρακλῆς ὁ τριέσπερος μέγας μεγαλωστὶ κοφίνῳ ἐνιδρυμένος, τῆς λεοντῆς ὑπεστρωμένης ἄνωθεν, δεινὸν ὁρώσης κἀν τῷ χαλκῷ καὶ μικροῦ βρυχηθμὸν ἀφιείσης καὶ διαθροούσης τὸ ἐφιστάμενον ἐκεῖσε τοῦ πλήθους ἀπάλαμνον. ἐκάθητο δὲ μὴ γωρυτὸν ἐξημμένος, μὴ τόξον ταῖν χεροῖν φέρων, μὴ τὸ ῥόπαλον προβαλλόμενος, ἀλλὰ τὴν μὲν (650) δεξιὰν βάσιν ἐκτείνων ὥσπερ καὶ τὴν αὐτὴν χεῖρα ἐς ὅσον ἐξῆν, τὸν δ’ εὐώνυμον πόδα κάμπτων ἐς γόνυ καὶ τὴν λαιὰν χεῖρα ἐπ’ ἀγκῶνος ἐρείδων, εἶτα τὸ λεῖπον τῆς χειρὸς ἀνατείνων καὶ τῷ πλατεῖ ταύτης ἀθυμίας πλήρης καθυποκλίνων ἠρέμα τὴν κεφαλὴν καὶ τὰς ἰδίας οὕτω τύχας ἀποκλαιόμενος καὶ δυσχεραίνων τοῖς ἄθλοις, ὅσους αὐτῷ Εὐρυσθεὺς οὐ κατὰ χρείαν, κατὰ δὲ φθόνον μᾶλλον ἠγωνοθέτει, τῷ τῆς τύχης περιόντι φυσώμενος.
Νικήτας Χωνιάτης, Χρονική διήγησις, van Dieten, J. (επιμ.), Nicetae Choniatae historia (CFHB, Series Berolinensis 11.1, Berlin 1975), σελ. 649-650.
ε. Δελφικός τρίποδας και άγαλμα του Απόλλωνα
ἔστησεν δὲ κατά τι τοῦ ἱπποδρόμου μέρος καὶ τὸν τρίποδα τοῦ ἐν Δελφοῖς Ἀπόλλωνος, ἔχοντα ἐν ἑαυτῷ καὶ αὐτὸ τὸ τοῦ Ἀπόλλωνος ἄγαλμα.
Ζώσιμος, Ιστορία Νέα II. 31, Paschoud, F. (επιμ.), Zosime. Histoire Nouvelle 1 (Paris 1971).
Δυτικού τύπου αγωνίσματα στον Ιππόδρομο με αφορμή τους γάμους του Ανδρονίκου Γ΄ Παλαιολόγου με την Άννα της Σαβοΐας (1326)
καὶ ἡ γαμήλιος ἐτελεῖτο ἑορτὴ λαμπρὰ καὶ περιφανής· ὥσπερ δὲ ἔθος τοῖς βασιλεῦσι, μετὰ τὸ ἐπὶ τοῖς γάμοις τὰ νενομισμένα τελεσθῆναι, καὶ Ἄνναν τὴν βασιλίδα βασιλεὺς ἔστεψεν ὁ ταύτης ἀνήρ. [...] ἐκ μέντοι Σαβωΐας οὐκ ὀλίγοι τῶν εὐπατριδῶν εἰς τὴν Ῥωμαίων ἀφικνούμενοι, ἐφ’ ὅσον ἐβούλοντο συνῆσαν τῷ βασιλεῖ, πολλῆς ἀξιούμενοι φιλοφροσύνης. ἦσαν γὰρ δὴ οὐκ ἀνδρεῖοι μόνον καὶ τολμητίαι κατὰ τὰς μάχας, ἀλλὰ καὶ ἄλλως ἐν ταῖς παιδιαῖς εὐφυεῖς συνεῖναι. κυνηγεσίων καὶ γὰρ συμμετεῖχον τῷ βασιλεῖ, καὶ τὴν λεγομένην τζουστρίαν καὶ τὰ τερνεμέντα αὐτοὶ πρῶτοι ἐδίδαξαν Ῥωμαίους οὔπω πρότερον περὶ τῶν τοιούτων εἰδότας οὐδέν.
Ιωάννης Στ' Καντακουζηνός, Ιστορίαι, Schopen, L.(επιμ.), Ioannis Cantacuzeni eximperatoris historiarum libri iv 1 (CSHB, Bonn 1828), σελ. 205.
Ο λαός απευθύνει αιτήματα και διαμαρτυρίες προς τον αυτοκράτορα στον Ιππόδρομο
α. Η καταδίκη του υπάτου Μηνά
Ἐπὶ τούτων τῶν ὑπάτων Μηνᾶς, νυκτέπαρχος ὤν, κατηγορηθεὶς ἐπὶ φαύλοις πράγμασιν, ἠρωτήθη ἐν τῷ Ἱππικῷ απὸ τῆς συγκλήτου, καὶ κατὰ κέλευσιν τοῦ βασιλέως ἐπὶ τῆς βαθείας τοῦ Ἱππικοῦ καμπτοῦ παιδίον αὐτὸν ἐσκέλισεν καὶ ἔῤῥιψεν ἐπὶ πρόσωπον, καὶ λαβὼν αὐτὸν ὁ δῆμος ἤρξαντο σύρειν.
Πασχάλιον χρονικόν, Dindorf, L. (επιμ.), Chronicon Paschale I (CSHB, Bonn 1832), σελ. 594.
β. Ο αυτοκράτορας Αναστάσιος παρουσιάζεται στον Ιππόδρομο ενώπιον του λαού μετά τη φυγή του επίδοξου σφετεριστή Αρεόβινδου (512)
Ἰουλιάνας τῆς ἐπιφανεστάτης πατρικίας ἔκραζον διὰ τὸν αὐτῆς ἄνδρα Ἀρεόβινδον βασιλέα τῇ Ῥωμανίᾳ. καὶ ἔφυγεν ὁ Ἀρεόβινδος πέραν. καὶ λοιπὸν ὁ βασιλεὺς Ἀναστάσιος ἀνῆλθεν εἰς τὸ κάθισμα τοῦ Ἱππικοῦ δίχα διαδήματος. καὶ τοῦτο γνοὺς ὁ πᾶς δῆμος ἀνῆλθεν εἰς τὸ Ἱππικὸν, καὶ διὰ προσφωνήσεως αὐτοῦ μετεχειρίσατο τὸ πλῆθος τῆς πόλεως.
Πασχάλιον χρονικόν, Dindorf, L. (επιμ.), Chronicon Paschale I (CSHB, Bonn 1832), σελ. 610.
γ. Ο δήμος των Πρασίνων ζητά δικαιοσύνη από τον Ιουστινιανό στον Ιππόδρομο τις παραμονές της Στάσης του Νίκα
Πέμπτῳ ἔτει τῆς βασιλείας Ἰουστινιανοῦ, μηνὶ ἰανουαρίῳ, γέγονε τοῦ λεγομένου Νίκα ἡ ἀνταρσία τρόπῳ τοιούτῳ. ἀνελθόντα τὰ μέρη ἐν τῷ Ἱππικῷ ἔκραξαν οἱ δῆμοι τῶν Πρασίνων, Ἄκτα διὰ Καλοπόδιον τὸν κουβικουλάριον καὶ σπαθάριον. ἔτη πολλά, Ἰουστινιανέ, τοῦ βίγκας· ἀδικούμεθα, μόνε ἀγαθέ, οὐ βαστάζομεν, οἶδεν ὁ θεός, φοβούμεθα ὀνομάσαι, μὴ πλέον εὐτυχήσει, καὶ μέλλομεν κινδυνεύειν. Καλοπόδιός ἐστιν ὁ σπαθαροκουβικουλάριος ὁ ἀδικῶν ἡμᾶς. καὶ πολλῶν ὕβρεων γενομένων μεταξὺ τῶν μερῶν Βενέτων καὶ Πρασίνων, καὶ τὸν βασιλέα πολλὰ λοιδορήσαντες, κατῆλθον οἱ Πράσινοι, ἐάσαντες τὸν βασιλέα καὶ τοὺς Βενέτους θεωροῦντας τὸ ἱππικόν. καὶ ἀπέστειλεν ὁ βασιλεὺς ἰδεῖν τί κράζουσιν ὡς ἔτυχεν· ἀλλ’ ὅτε πολλὴ γένηται ἀνάγκη, τότε ποιεῖς ἃ ἐβουλεύσω. καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς: Ἐξέλθατε οὖν καὶ μάθετε τίνος χάριν στασιάζουσιν.
Πασχάλιον χρονικόν, Dindorf, L. (επιμ.), Chronicon Paschale I (CSHB, Bonn 1832), σελ. 620.