|
|
|
|
|
Παραθέματα
|
|
Εἰ μόνην συνέβαινε τοῖς ἀναπλέουσιν εἰς τὸν Εὔξεινον Πόντον κατὰ τὸ καλούμενον αὐτοῦ Στόμα τερπνὴν ἅμα καὶ θαυμαστὴν εἶναιτὴν ὄψιν, δυσχερὴς ἦν ἄλλως ἐπὶ τοῖς ὁρωμένοις ὁ λόγος· ἀπείργαστο γὰρ δὴ τὸ σύμπαν ὑπὸ τῆς ὄψεως, ἀξιοθαύμαστον ἑαυτὴν παρεχο- μένης κατά τ’ ἐγγύτητα καὶ στενοχωρίαν τοῦ πορθμοῦ καὶ τὴν δι’ (5)ὀλίγου τῆς θαλάττης πρὸς ἀμφοτέραν τὴν ἤπειρον ἐπιμιξίαν <καὶ> ἐγγυβαθῆ κόλπων καὶ λιμένων ἀνάχυσιν, ὑφ’ ὧν οὐχ ἧττον εὔθηρόςἐστιν ἢ σκεπανή, καὶ τοῦ ῥεύματος τὸ μὲν πλέον κατιόντος, ἔστι δ’ ὅτε κατ’ ἐπικράτειαν ἀναστρέφοντος, εἰσιόντων τε τῶν ἀκρωτηρίων, τὴν περιαγωγὴν παραλλήλων ἀναπτυσσομένων καὶ ἐκ τῆς κατ’ εὐθὺ (10)πορείας ἀναλυόντων τοῦ ῥεύματος τὴν βίαν.
Διονύσιος Βυζάντιος, Aνάπλους Βοσπόρου, 1. 1-11.
|
|
|
|
|
|