Procopios on the origins of the Koutrigours and Outigours
Πάλαι μὲν Οὔννων, τῶν τότε Κιμμερίων καλουμένων, πολύς τις ὅμιλος τὰ χωρία ταῦτα ἐνέμοντο, ὧν ἄρτι ἐμνήσθην, βασιλεύς τε εἷς ἅπασιν ἐφειστήκει. καί ποτέ τις αὐτῶν τὴν ἀρχὴν ἔσχεν, ᾧ δὴ παῖδες ἐγένοντο δύο, ἅτερος μὲν Οὐτιγοὺρ ὄνομα, Κουτριγοὺρ δὲ ὁ ἕτερος. οἵπερ, ἐπειδὴ αὐτοῖν ὁ πατὴρ τὸν βίον συνεμετρήσατο, τήν τε ἀρχὴν ἄμφω ἐν σφίσιν αὐτοῖς διεδάσαντο καὶ τὴν ἐπωνυμίαν τοῖς ἀρχομένοις αὐτοῖς ἔδοσαν. οἱ μὲν γὰρ Οὐτίγουροι, οἱ δὲ Κουτρίγουροι καὶ ἐς ἐμὲ ὀνομάζονται. οὗτοι μὲν ἅπαντες τῇδε ᾤκηντο, κοινὰ μὲν τὰ ἐπιτηδεύματα ξύμπαντα ἔχοντες, οὐκ ἐπιμιγνύμενοι δὲ ἀνθρώποις, οἳ δὴ τῆς τε Λίμνης καὶ τῆς ἐνθένδε ἐκροῆς ἐς τὰ ἐπὶ θάτερα ἵδρυντο, ἐπεὶ οὔτε διέβαινόν ποτε τὰ ὕδατα ταῦτα οὔτε διαβατὰ εἶναι ὑπώπτευον, πρὸς τὰ εὐκολώτατα περίφοβοι ὄντες, τῷ μηδὲ ἀποπειράσασθαι αὐτῶν πώποτε, ἀλλ’ ἀμελέτητοι τῆς διαβάσεως παντάπασιν εἶναι.
Procopii Caesariensis, Opera omnia, vol. II: De bellis libris VIII.5.1-5, ed. J. Haury - G. Wirth (Leipzig 1963).