The translation from Ephesos to Constantinople of the stone upon which allegedly the body of Christ had been washed
[Ο Μανουήλ Α΄ Κομνηνός]τέθαπται οὖν παρὰ πλάγιον πλευρὰν τῷ τὸν νεὼν εἰσιόντι τῆς τοῦ Παντοκράτορος μονῆς, οὐκ ἐν αὐτῷ τῷ τεμένει, ἀλλ’ ἐν τῷ περὶ τοῦτον ἡρώῳ. Τοῦ δὲ τοίχου τοῦ νεὼ εἰς ἁψῖδα περιαχθέντος ἡ περὶ τὴν σορὸν εὐρεῖα διαστέλλεται εἴσοδος. Συνέχει δὲ τοῦτον λίθος τὴν μελανίαν ὑποκρινόμενος καὶ διὰ τοῦτο συγνάζοντι ἐοικώς, ὃς καὶ εἰς ἑπτὰ διέχισται λοφιάς. Παράκειται δὲ οἱ ἐπὶ κρηπῖδος καὶ προσκύνησιν δέχεται λίθος ἐρυθρὸς ἀνδρομήκης, ὃν εἶχε πρότερον μὲν ὁ κατ’ Ἔφεσον ναὸς ἐκεῖνον εἶναι διαθρυλλούμενον, ἐφ’ οὗ Χριστὸς μετὰ τὴν ἀπὸ σταυροῦ καθαίρεσιν νεκροταφίοις εἰληθεὶς ἐσμυρνίσθη, ὁ δὲ βασιλεὺς οὗτος ἐκεῖθεν μετακομίσας καὶ οἱ τὸν νῶτον ὑποστρώσας ὡς ὁμόθεον σῶμα καὶ γεγονὸς ὅπερ τὸ χρῖσαν βαστάσαντι ἐκ τοῦ κατὰ τὸν Βουκολέοντα λιμένος εἰς τὸν ἐν τῷ φάρῳ τοῦ παλατίου νεὼν ἀνήγαγε. Μετ’ οὐ πολλὴν μέντοι ἐν ὑστέρῳ χρόνου περίοδον τοῦ βασιλέως τὸν βίον ἀπολιπόντος, καὶ ὁ λίθος οὗτος ἐξήρθη τῶν ἀνακτόρων καὶ μετενήνεκται ἔνθα δὴ ἀρτίως ἐμνήσθην, κακράξων, οἶμαι, καὶ διατρανωσόμενος ὁπόσα τῇ σορῷ σιωπῶν εἰργάσατό πως καὶ ἠγωνίσατο.
Nicetae Choniatae, Historia, van Dieten, I.A. (ed.), (CFHB XI/1, Berlin-New York 1975), 222.71-86
The battle of Ephesos (1097)
[Ο Ιωάννης Δούκας] καταλιπὼν δὲ καὶ τὸ ναυτικὸν ἅπαν εἰς φυλακὴν τῆς Σμύρνης, αὐτὸς τάς δυνάμεις ἀναλαβόμενος πρὸς τὴν Ἐφεσίων ἤλαυνε παρὰ τοῦ Ταγγριπερμὴ καὶ τοῦ Μαράκη τῶν σατραπῶν κατεχομένην. Τοῦτον θεασάμενοι οἱ βάρβαροι κατ’ αὐτῶν ἱέμενον, ὁπλισάμενοι καὶ σχῆμα πολέμου περὶ τὴν ἔξω τοῦ κάστρου πεδιάδα διατυπώσαντες τάς φάλαγγας ἔστησαν. Ὁ δὲ δοῦξ μηδὲ μικρὸν τὶ μελλήσας σὺν εὐταξίᾳ στρατιωτικῇ κατ’ αὐτῶν ἐξώρμησε. Τῆς γοῦν συμβολῆς τοῦ πολέμου γεγονυίας τὸ πλεῖον τῆς ἡμέρας παρωχήκει. μεχομένων δ’ ἀμφοτέρων τῶν μερῶν καὶ τῆς μάχης οὔσης ἀμφιρρεποῦς οἱ Τούρκοι τὰ νῶτα ὑποσχόντες τρέπονται κατὰ κράτος. Κτείνονται δὲ τηνικαύτα πολλοί, ἁλίσκονται δὲ οὐ τῶν τυχαίων μόνον, ἀλλὰ καὶ αὐτῶν τῶν σατραπῶν οἱ πλείους, ὡς συμποσούσθαι τοὺς ἑαλωκότας εἰς χιλιάδας δύο. Περὶ ὧν μεμαθηκὼς ὁ βασιλεὺς διασπαρῆναι τούτους εἰς τάς νήσους προσέταξεν. Οἱ δὲ καταλειφθέντες τῶν Τούρκων, διὰ τοῦ ποταμοῦ Μαιάνδρου πρὸς τὸ Πολυβοτὸν ἀπερχόμενοι, καταφρονητικὼς διετέθησαν τὸν Δούκαν τέλεον ἀπελπίσαντες. Τὸ δὲ οὐχ οὕτως εἶχεν, ἀλλὰ τὸν Πετζέαν δοῦκα ταυτησὶ τῆς πόλεως καταλιπών, αὐτὸς τὸ ὁπλιτικὸν ἅπαν ἀναλαβόμενος παραυτίκα ὄπισθεν οὐ φύρδην, ἀλλ’ εὐτάκτως καὶ ὡς ἐχρὴν ἐμπειρότατον στρατηγὸν κατὰ τῶν ἐναντίων ἰέναι, ἤλαυνε κατὰ τάς ὑποθημοσύνας τοῦ αὐτοκράτορος.
Anne Comnene, Alexiade. Regne de l’empereur Alexis I Comnene (1081-1118) 3: books XI-XV, Leib, B. (ed.) (Paris 1945), 26.4-2