Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία ΙΔΡΥΜΑ ΜΕΙΖΟΝΟΣ ΕΛΛΗΝΙΣΜΟΥ
z
 
 
 
 
 
 
 
 
 
Αναζήτηση με το γράμμα ΑΑναζήτηση με το γράμμα ΒΑναζήτηση με το γράμμα ΓΑναζήτηση με το γράμμα ΔΑναζήτηση με το γράμμα ΕΑναζήτηση με το γράμμα ΖΑναζήτηση με το γράμμα ΗΑναζήτηση με το γράμμα ΘΑναζήτηση με το γράμμα ΙΑναζήτηση με το γράμμα ΚΑναζήτηση με το γράμμα ΛΑναζήτηση με το γράμμα ΜΑναζήτηση με το γράμμα ΝΑναζήτηση με το γράμμα ΞΑναζήτηση με το γράμμα ΟΑναζήτηση με το γράμμα ΠΑναζήτηση με το γράμμα ΡΑναζήτηση με το γράμμα ΣΑναζήτηση με το γράμμα ΤΑναζήτηση με το γράμμα ΥΑναζήτηση με το γράμμα ΦΑναζήτηση με το γράμμα ΧΑναζήτηση με το γράμμα ΨΑναζήτηση με το γράμμα Ω

Campaign of the Byzantines against Samosata, 859

Συγγραφή : Kiapidou Irini-Sofia (14/11/2004)
Μετάφραση : Nakas Ioannis

Για παραπομπή: Kiapidou Irini-Sofia, "Campaign of the Byzantines against Samosata, 859",
Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία
URL: <http://www.ehw.gr/l.aspx?id=7903>

Εκστρατεία Βυζαντινών στα Σαμόσατα, 859 (28/2/2008 v.1) Campaign of the Byzantines against Samosata, 859 (15/8/2010 v.1) 

Παραθέματα

 

Joseph Genesios on the siege of Samosata by the Byzantines (859)

Τῶν δὲ δυσσεβῶν Ἰσμαηλιτῶν ἐπηρεαζόντων ῾Ρωμαίους, ἐξηγουμένου αὐτῶν κατὰ Μελιτηνὴν τοῦ Ἄμερ, οὐκ ἐκλελύσθαι τοσοῦτον ὁ βασιλεὺς ἐβεβουλήτο, ἀνδρικῆς ἐμπράκτου μεταποιούμενος καταστάσεως. διὸ καὶ εἰς τὰ Σαμόσατα πολεμικῶς προβιβάζεται, πόλιν Ἰσμαηλίτιδα. καθ’ ἣν προσεδρεύσας ἐπὶ ἡμέραις τρισὶν μέχρι τε τῆς κυρίας ἐλθὼν παρ’ αὐτῇ τὰ κατὰ λειτουργίαν Χριστιανῶν ἀνατίθησι, μετασχεῖν μέλλων τῆς ἀναιμάκτου πληρότητος. καὶ κατ’ αὐτήν γε τὴν ὥραν ἐξαίφνης τὰς πύλας οἱ Ἀγαρηνοῖ ἀνεῴξαντες ἐξεληλύθεσαν καὶ εὐχερῶς εἰς τροπὴν τὸν ἄνακτα διεκρούσαντο καὶ τοσοῦτον ἀπήλασαν, ὡς καὶ τὰς σκηνὰς αὐτοῦ καὶ πᾶν ἄλλο τι τῶν πρὸς χρείαν σκευῶν σφετερίσασθαι, τοῦ βασιλέως μόλις ἀνασωθέντος.

A. Lesmüller-Werner – I. Thurn (ed.), Iosephi Genesii Regum Libri Quattuor (Corpus Fontium Historiae Byzantinae 14, Berlin-New York 1978), p. 65.11-21.

A subsequent Chronographia's account of the campaign of 859

Ὁ δὲ Βάρδας ἦν ὅλος τὰ τῆς βασιλείας ἐπιτροπεύων καὶ διοικῶν, καὶ τῶν λοιπῶν διαφερόντως ὡς συγγενὴς τοῦ βασιλέως ἀγαπώμενος· ἔνθεν καὶ τὴν κουροπαλάτου, οἷον ἆθλον ἐπὶ τῇ ἀδελφῇ, τιμὴν ἀναδέχεται, καὶ κατὰ τῶν Ἰσμαηλιτῶν καὶ τοῦ Ἄμερ, ὥσπερ εἴρηται, ἀντιστρατεύονται μετὰ τοῦ Μιχαήλ, ἄρτι τελοῦντος αὐτοῦ εἰς ἄνδρας ἐξ ἀγενείων, δυνάμει πάσῃ τε καὶ χειρί. ὡς δ' οὖν τῆς τῶν ἐναντίων ἐπέβησαν γῆς, κατὰ πόλιν Σαμόσατα λεγομένην, δυνάμει τε βρίθουσαν καὶ ἰσχύϊ, ἄγονται, καὶ ταύτην ἐπεχείρουν πολιορκεῖν. ἀλλ' ἐλελήθεισαν οὐ κατὰ Θεοδώρας αἴροντες χεῖρα, κατὰ δὲ πολυτρόπων ἀνδρῶν. ὡς μὲν γὰρ ἦν τρίτη τῆς ἐφεδρείας τούτοις ἡμέρα, ἡ πρώτη δὲ καὶ κυρία τῶν ἡμερῶν, ἔμελλον δὲ τὴν ἀναίμακτον μυσταγωγίαν ἐκπληροῦν ὡς ἂν τῶν ἁγίων μυστηρίων μετάσχοιεν, ἐξαίφνης, εἴτ' ἀφυλάκτως τελοῦντες αὐτά, εἴτε καὶ καταφρονητικῶς ἔχοντες πρὸς τὴν πόλιν δι’ ἀπειρίαν ὡς μὴ πρὸς βασιλέα ῾Ρωμαίων ἆραι τολμῶντος χεῖρα τινός, κατὰ τὴν ὥραν ἐν ᾗ τῶν θείων ἔμελλον μετασχεῖν μυστηρίων, πάντοθεν μεθ’ ὅπλων ἐκπεπηδηκότες τῆς πόλεως, οὐκ ἦν ἰδεῖν τὸν ὅστις ῾Ρωμαίων οὐκ ἐχρῆτο φυγῇ. ἔνθα καὶ ὁ Μιχαὴλ μόλις που τὸν ἵππον ἀναβὰς φεύγων καθωρᾶτο, ἀλλ’ οὐ προπολεμῶν· οὕτω που μόγις ἐκσέσωστο, σκηνὰς αὐτὰς καὶ τὴν ὅση τούτοις θεραπεία προσῆν ἐκεῖ καταλελοιπώς. ἔνθα καὶ τὸν προμνημονευθέντα φασὶν ἀριστεῦσαι Καρβέαν τὸν τὴν Τεφρικὴν οἰκοδομησάμενον, καὶ πολὺν οὐ μόνον τοῦ χυδαίου φθόρον λαοῦ κατεργάσαθαι, ἀλλὰ καὶ τῶν μεγάλων δὴ στρατηγῶν ζωγρείᾳ λαβεῖν τόν τε τζαγγότουβον τὸν Ἀβεσαλὼμ καὶ Σηὼν τὸν παλατῖνον, καὶ ἑτέρους ὑποστρατήγους καὶ τουρμάρχας ἄχρι τῶν ἑκατόν. ἐτηροῦντο οὖν οἱ δηλωθέντες στρατηγοὶ μετὰ τὴν τοῦ πολέμου παραδρομὴν ἐν τῇ φυλακῇ · καὶ δὴ χρήματα ἱκανὰ τῷ Καρβέᾳ ἐδίδοσαν, οἴκοθεν μεταπεμψάμενοι, τὴν αὐτῶν ἀπολύτρωσιν ἐξαιτούμενοι. ὡς δ’ ἔλαβεν ἐπὶ χεῖρας ὁ Καρβέας, ἠρώτα τὸν Σηὼν εὐθὺς εἰ πρὸς ἀφροδίσια ἔχοι ἐρωτικῶς καὶ τὸ ἑαυτοῦ σῶμα κίνησιν ἔχοι τὴν ἐμπαθῆ· ὡς δ’ ἀπηγόρευσεν ὁ Σηὼν καὶ πάσχειν τι τοιοῦτον ἀπέφησεν, ἠρώτα πάλιν τὰ ὅμοια τὸν Ἀβεσαλώμ. ὁ δὲ τὴν αὐτοῦ φωράσας κακίαν καὶ μοχθηρίαν, εἴτε καὶ ἄλλως ἀληθῶς, τοῦτό τε πάσχειν καὶ κίνησιν ὑπομένειν εἰπών, τούτῳ μὲν «λυτροῦσαι» ἔφη «τῶν δεσμῶν», καὶ ἅμα ἀπέλυεν, τῷ δὲ Σηών «οὐ βούλεταί σε τὸ θεῖον λυθῆναι δὴ τῆς φρουρᾶς», καὶ ἅμα ἐδίδου τούτῳ τὰ λύτρα τὰ δοθέντα αὐτῷ ὑπὲρ αὐτοῦ, καὶ τῇ φρουρᾷ ἐγκατέκλειεν ἄχρις οὗ τὴν ψυχὴν ἀπεστάλαξεν.

I. Bekker (ed.), Theophanes Continuatus (Bonn 1838), pp.. 176.1 - 177.17.

The campaign of 859 in the chronicle of John Skylitzes

Ἔκρινε γοῦν ἅμα τῷ βασιλεῖ κατὰ τῶν Ἰσμαηλιτῶν ἐκστρατεῦσαι καὶ τοῦ τῆς Μελιτηνῆς ἀμηρεύοντος Ἄμερ, ἄρτι εἰς ἄνδρας τελοῦντι ἐξ ἀγενείων, ὡς δ’ οὖν τῆς τῶν ἐναντίων ἐπέβησαν γῆς καὶ κατὰ τὰ Σαμόσατα ἐγένοντο (πόλις δὲ τὰ Σαμόσατα τῶν παρευφρατιδίων, δυνάμει τε βρίθουσα καὶ ἰσχύϊ), ταύτην ἐπεχείρουν πολιορκεῖν. ἐμποιησαμένων δὲ τῶν Σαρακηνῶν δειλίαν καὶ συγκεκλεικότων ἔνδον ἑαυτοὺς καὶ μηδενὸς ἐκπηδώντος τοῦ τείχους τάχα διὰ δειλίαν τῆς βασιλικῆς δυνάμεως, ἀμελῶς καὶ ἀφυλάκτως οἱ ῾Ρωμαῖοι διῆγον. κατὰ δὲ τὴν τρίτην τῆς ἐφεδρείας ἡμέραν (ἡ κυρία δὲ ἦν καὶ πρώτη τῶν ἡμερῶν) τῆς ἀναιμάκτου θυσίας ἐπιτελουμένης, ἐν ᾗ τῶν θείων μετασχεῖν ἔμελλον μυστηρίων, τὰς πύλας οἱ Σαρακηνοί διαπετάσαντες καὶ μεθ’ ὅπλων ἐκπεπηδηκότες πάντοθεν ἐπιτίθενται τοῖς ῾Ρωμαίοις. οἱ δὲ τῷ ἀδοκήτῳ καταπλαγέντες τῆς ἐπιθέσεως εὐθύς πρὸς φυγὴν ὥρμησαν. ἔνθα καὶ Μιχαὴλ ὁ βασιλεὺς μόλις που τὸν ἵππον ἀναβὰς ἐργωδῶς διεσώθη, τῆς ἀποσκευῆς πάσης τοῦ βασιλέως καὶ τῶν στρατιωτῶν ληφθείσης παρὰ τῶν πολεμίων, τοῦ τῶν Μανιχαίων ἐξηγουμένου Καρβέα μᾶλλον τῶν ἄλλων ἀριστεύσαντος καὶ καταβαλόντος οὐ μόνον πολλοὺς τῶν ἀφανῶν τῆς στρατιᾶς, ἀλλὰ καὶ ζωγρίᾳ λαβόντος οὐκ ὀλίγους τῶν ἐπιφανῶν στρατηγῶν καὶ τουρμάρχας τῶν ἑκατὸν οὐκ ἐλάττους, ὧν οἱ μὲν ἄλλοι λύτρα δόντες ἀπελύθησαν, μόνος δὲ Σηών ὁ στρατηγὸς τῇ φυλακῇ ἐναπέψυξε.

I. Thurn (ed.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin-New York 1973), pp. 98.82 - 99.7.

 
 
 
 
 

Δελτίο λήμματος

 
press image to open photo library
 

>>>