Reference to the campaign of 837 in the historical work of Joseph Genesios
Τοῦ δὲ ἀλλαγίου περατωθέντος καὶ τῆς ἀναμεταξὺ ῾Ρωμαίων τε καὶ Ἀγαρηνῶν εἰρήνης διαλυθείσης, ὁ βασιλεὺς γενναΐζειν κατὰ πολεμίων πολλὴν ἐπεποίητο μέριμναν, ὡς μηδ’ ὅλως ἐλάττων γενέσθαι τῆς πατρικῆς γενναιότητος· καὶ κατὰ τῶν Ἰσμαηλιτῶν τὴν χώραν σὺν πλήθει πολλῷ προχωρεῖ καὶ αιχμαλωσίαν παντοδαπῆ παρυφίστησιν, ὡς καὶ παρεμβαθῦναι τοῖς ἐσωτέροις μέρεσι ταύτης αὐτῇ τε τῇ πατρίδι προσεμπελάσαι τοῦ τότε κρατοῦντος ἀμεραμνουνῆ, ἥτις Σωζόπετρα προσηγόρευται, καὶ ταύτην πολιορκῆσαι πρὸς ὕβριν αὐτοῦ. ἀλλὰ τοῦτο μὲν οὐ κατὰ σκοπόν πως λυσιτελῆ διαβέβηκεν, τοσοῦτον ἐκ ταύτης τῆς ὠφελείας ἐπισυμβάν, ἡ μεγίστη ἀνθρώπων ἀπώλεια.
Joseph Genesios, Reigns of Emperors, ed. A. Lesmüller-Werner – I. Thurn, Iosephi Genesii Regum Libri Quattuor (Corpus Fontium Historiae Byzantinae 14, Berlin-New York 1978), pp. 44.42-45.51.
The Byzantine chronographer Symeon Logothete describes the campaign of 837
τούτοις ἐπαρθεὶς ὁ βασιλεὺς ἐξῆλθε μετὰ Μανουὴλ καὶ τῆς συγκλήτου καὶ τοῦ στρατοῦ παντὸς κατὰ τῶν Ἀγαρηνῶν καὶ εὐπετῶς τήν τε Ζάπετρον καὶ τὸ Σαμοσάτον, πλούτῳ κομῶν καὶ δυνάμει τότε διὰ τὸ τὸν ἀμερμουμνῆ ἐκεῖθεν εἶναι, παραλαβὼν ἐπανῄει, τῇ νίκῃ καὶ τοῖς λαφύροις γαυρούμενος. καὶ ἐλθὼν μέχρι τοῦ Βρύα προσέταξεν οἰκοδομῆσαι παλάτιον καὶ παραδείσους φυτεῦσαι καὶ ὕδατα ἀγαγεῖν, ἃ καὶ γέγονεν. ἐκεῖθεν δὲ ἀφικόμενος εἰς τὴν πόλιν τὰ λάφυρα ἐθριάμβευσεν, ἱππικὸν ποιήσας καὶ τὸ πρῶτον βάιον παίξας, ἅρματι λευκῷ μὲν ἐποχησάμενος, χρώματι δὲ τῷ βενέτῳ ἀμφιασάμενος. καὶ νικήσας ἐστεφανώθη, τῶν δήμων ἐπιβοώντων· καλῶς ἦλθες, ἀσύγκριτε φακτωνάρη.
Symeon Logothete, Chronikon, ed. S. Wahlgren, Symeonis Magistri et Logothetae Chronicon (Corpus Fontium Historiae Byzantinae 44/1, Berlin-New York 2006), p. 223.156-166.
The campaign of 837 in a subsequent chronographical work
Ἔξεισι δὲ πάλιν ὁ Θεόφιλος κατὰ τῶν Ἀγαρηνῶν ἐμβριθέστερος, τῆς πατρικῆς ἡττᾶσθαι τόλμης ἀνέραστος ὤν. ὅθεν καὶ πορρωτέρω πρόεισι τῆς Συρίας, ὁμοῦ μὲν κείρων τὴν γῆν καὶ πορθῶν, ὁμοῦ δὲ λαφυραγωγῶν αὐτὴν καὶ αἰχμαλωτίζων, καὶ πόλεις παραλαμβάνων ἄλλας τε δύο καὶ μέχρις ἐδάφους καταστρεφόμενος, καὶ αὐτὴν δὲ τὴν Σωζόπετραν ἐκπολιορκήσας πατρίδα τυγχάνουσαν τοῦ ἀμεραμνουνῆ, ὑπὲρ ἧς ἐγένετο ἐκεῖθεν διὰ γραμμάτων προτρέψασθαι ἀναχωρεῖν τὸν Θεόφιλον ἐκ τῆς πατρίδος αὐτοῦ, κἂν οὐκ εἶχέ πως τὸν ἀκούοντα.
Theophanes Continuatus, Chronographia, ed. I. Bekker, Theophanes Continuatus (Bonn 1838), p. 124.6-14.
The Byzantine historian John Skylitzes describes the campaign of 837.
Τῷ δ’ ἐπιόντι ἐνιαυτῷ τῆς ἐαρινῆς ἐπιστάσης ὥρας ἔξεισι κατὰ τῶν Ἀγαρηνῶν ὁ Θεόφιλος μετὰ δυνάμεως καὶ χειρὸς πολλῆς. πρόεισί τε πορρωτέρω τῆς Συρίας, κείρων ὁμοῦ τὴν γῆν καὶ πορθῶν καὶ πᾶν τὸ προστυχὸν ληϊζόμενος. πόλεις τε γὰρ πολέμου νόμῳ κατέσχε δύο καὶ ἠνδραποδίσατο, καὶ αὐτὴν δὲ τὴν λεγομένην Σωζόπετραν ἐξεπολιόρκησε, πατρίδα τυγχάνουσαν τοῦ ἀμερμουμνῆ, ὑπὲρ ἧς πολλὰ κατεδεήθη διὰ γραμμάτων οὗτος, φείσασθαι ἐκλιπαρήσας τῆς ἑαυτοῦ πατρίδος, εἰ καὶ μὴ προσέσχε τοῖς γραφομένοις ὁ βασιλεύς.
John Skylitzes, Synopsis Historiarum, ed. I. Thurn, Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin-New York 1973), pp. 73.92-74.4.