Επιστολή του αυτοκράτορα Θεοδώρου Β΄ προς τους Μιχαήλ Σεναχηρείμ και Ανδρόνικο Φραγγόπουλο, καθηγητές στη σχολή του Αγίου Τρύφωνος:
διὸ τοὺς νέους ὑποδεξάμενοι καὶ προφητικώτερον τῆς διανοίας τοὺς ὀφθαλμοὺς ἀνατείναντες καὶ ὅτι ἐν βραχυτάτῳ χρόνῳ ἐκ τούτων μεγίστη ἀνθήσει εὕρεσις ἐπιστήμης νοήσαντες, μετὰ φιλοτιμίας τῆς προσηκούσης ἀντιστρέφομεν ἐπὶ τὸν παράδεισον, ἵν’ ὅπως οἱ κλάδοι τῇ ῥοῇ τῶν λογικῶν ὑδάτων εὐτραφέστεροι γένωνται καὶ ἐκβλαστήσωσι τοὺς καρπούς, καὶ πρὸς ἡμᾶς, ὅτε δὴ καιρός, τὴν ἡδονὴν τῶν ἐπαίνων ἀντιμισθίαν προσάξωσιν, ὑμῶν προϋποδεχομένων ὡς δευτέρων φυτουργῶν ἐξ ἡμῶν τὰς πρώτας τιμάς. τούτων οὕτως ἐχόντων, ὦ σοφώτατοι ἄνδρες, ὑποδέξασθε τοὺς νέους ἀσμένως, οὐκ ἀποδεδοκιμασμένους (οὐ μὲν οὖν), οὐδὲ μὴ ἀξίους τῶν ἄθλων καὶ τῶν γερῶν (οὐκ ἔστιν)· ἀλλὰ διὰ τῆς πατρικῆς ἐμοῦ πρὸς αὐτοὺς ὑπονοστούσης φιλοστοργίας καὶ πρὸς τὴν αὔξησιν τῶν λόγων σπουδάσατε. ἐντελῆ γὰρ καὶ ἀνελλιπῆ τὰ χρειώδη τοῖς διδάσκουσι καὶ διδασκομένοις πεποιηκότες, ὑπετυπώσαμεν ἐν τῷ ἡμετέρῳ συντάγματι, ὅπερ δὴ τυπωτικῶς τῷ μεγαλομάρτυρι ἀνεθέμεθα Τρύφωνι, ὦ Σεναχηρεὶμ κάλλιστε πολλοῖς καὶ λόγοις ὀνομαστέ τε καὶ πράξεσι, καὶ Ἀνδρόνικε τῆς γραμματικῆς ἀκριβείας διάδοχε.
Θεόδωρος Β΄ Λάσκαρις, Επιστολές, Festa, N. (ed.), Theodori Ducae Lascaris Epistulae (Firenze 1898), σελ. 275.140-276.157.