Μιχαήλ Πανάρετος
«Ἦλθεν ὁ μέγας Κομνηνός, ὁ κῦρ Ἀλέξιος ἐξελθὼν μὲν ἐκ τῆς εὐδαίμονος Κωνσταντινουπόλεως, ἐκστρατεύσας δὲ ἐξ Ἰβηρίας, σπουδῇ καὶ μόχθῳ τῆς πρὸς πατρὸς θείας αὐτοῦ Θάμαρ, καὶ παρέλαβε τὴν Τραπεζούντα μηνὶ Ἀπριλίῳ, ἰνδικτιῶνος ζ´, ἔτους ςψιβ΄, ἐτῶν ὦν κβ´».
Πανάρετος, Μιχαήλ, Χρονικόν, Λαμψίδης, Ο. (επιμ.), «Μιχαήλ του Παναρέτου περί των Μεγάλων Κομνηνών», Αρχείον Πόντου 22 (1958), σελ. 61.1-5
Βησσαρίων
Α. «Ἀλέξιος μὲν γε καὶ ἡμῖν. Ὁ πρῶτος τῆς γῆς ταυτησὶ βασιλεύσας, καὶ τοῦτο δὴ τὸ γλυκὺ πάντων ὄνομα καὶ ἡμῖν, ὡς τοῦ τῆς βασιλείας ὀνόματος, οὕτω δὴ καὶ πάντων κατῆρξε καλῶν. Οὗτος οἰωνὸς μὲν ὑπῆρχεν Ἀνδρονίκου τοῦ Κομνηνοῦ, βασιλεύσαντος μὲν καὶ αὐτοῦ τῶν Ῥωμαίων, τὸ δ’ οἰκεῖον ἀναφέροντος γένος οὐ καὶ ὁ πρῶτος Ἀλέξιος, μέγας δὲ Κομνηνὸς κεκλημένος, οὐδὲν ἧττον καὶ τοῖς ἔργοις ἦν μέγας, οὐ μᾶλλον ὀνόματος ἢ τῆς τῶν Κομνηνῶν ἀρετῆς αὐτός τε κληρονόμος γενόμενος καὶ τοὺς ἐξ ἑαυτοῦ τοιούτους ἑτέρους ἡμῖν ἀναφήνας, ἀγαθοὺς ἐξ ἀγαθῶν καὶ ἐξ ἀρίστων ἀρίστους, πάντας βασιλικούς, πάντας τῷ γένει συμβαίνοντας, πάντας ἐκείνου τοῦ χαρακτῆρος καὶ τῆς ὁμοίας εἰκόνας, πάντας ἀλλήλους ἐρίζοντας, ἀλλήλους ἁμιλλωμένους ὅστις αὐτὸς φθάσει πλείῳ κατωρθωκὼς ἀγαθὰ καὶ μεταδώσει τοῖς ὑπὸ χείρα».
Β. «Τὴν τε γὰρ πόλιν ἡμῖν οὐ μικροῖς ὀροῖς ἐπηύξησαν, ἀντ’ ἀρχομένης ἄρχουσαν καταστήσαντες καὶ ἀντὶ τοῦ δουλεύειν ἑτέρους πολλοὺς ἄλλους δουλώσασαν, σχῆμά τε μητροπόλεως πρὸς τὰ κύκλῳ πάντα καὶ τὴν σύμπασαν, Λαζικὴν σχοῦσαν, τό τε ὑπήκοον ἐννόμου βασιλείας ἐπιστασία καὶ πλήθει καὶ πλούτῳ καὶ τῇ κατὰ πολέμοις ἀνδρείᾳ καὶ γενναιότητι βέλτιον αὐτὸ ἑαυτοῦ ἀπειργάσαντο καὶ προήγαγον εἰς ἐπίδοσιν».
Βησσαρίων, Εγκώμιον εις Τραπεζούντα, Λάμπρος, Σ. (επιμ.),«Βησσαρίωνος εγκώμιον εις Τραπεζούντα», Νέος Ελληνομνήμων 13 (1916), σελ. 183.35-184.11 (Α), 184.11-17 (Β)
Παναγιώτης Ματαράγκας
«Ὅπου δράττουσα ἓν τμῆμα τῆς βασιλικῆς χλαμύδος ἡ μεγάλη ἐθρονίσθη γενεὰ τῶν Κομνηνῶν καὶ ἐστήριξεν ἐν μέσῳ τῆς ἀγρίας καταιγίδος τὸν ἑλληνισμὸν τοῦ Πόντου τῆς μητρός του ὀρφανόν» [...] «Σεβάσθητ’ Ἑλλήνων πόλιν καὶ πρωτεύουσαν ἀρχαίαν ὅπου ἔστησαν τῶν φώτων τὸν φανὸν οἱ Κομνηνοί».
Ανδρεάδης, Χ.Γ., «Παναγιώτης Ματαράγκας. Ένας λησμονημένος ποιητής-πρόξενος στην Τραπεζούντα (1865-1868)», Αρχείον Πόντου 47 (1996-1997), σελ. 41-90.