Η ενθρόνιση του Πατριάρχη Ευθυμίου, όπως περιγράφεται σε χρονικό της εποχής
Προσκαλεσάμενος γὰρ τὸν πατριάρχην Νικόλαον (πρώτη ἦν τοῦ Φεβρουαρίου μηνὸς) καὶ πολλὰ λιπαρήσαντες δεχθῆναι, ἐπεὶ πεῖσαι οὐκ ἠδυνήθησαν, ἀπὸ κλητορίου ἀπὸ τοῦ Βουκολέοντος πλοίῳ μικρῷ ἐμβιβάσαντες ἐν τῇ Ἱερείᾳ διεπέρασαν, ἀφ’ ἧς μέχρι Γαλακρηνῶν μόλις ἀπῄει χιόνος ἐπικειμένης πολλῆς. χειροτονεῖται ὁ σύγκελλος Εὐθύμιος πατριάρχης, ἀνὴρ ἱεροπρεπὴς, ἐγκρατής τε καὶ θεοσεβής, ὅν φασιν ἐκ θείας ἀποκαλύψεως τὴν ἀρχιερωσύνην καταδέξασθαι· καὶ γὰρ διενοεῖτο ὁ βασιλεὺς νόμον πονηρὸν ἐκθεῖναι τοῦ ἔχειν γυναῖκας ἄνδρα τρεῖς καὶ τέσσαρας, πολλῶν λογιωτάτων ἀνδρῶν εἰς τοῦτο αὐτῷ συνεργούντων.
Θεοφάνους Συνεχιστής, Bekker, I. (επιμ.), Theophanes Continuatus (CSHB, Bonnae 1838), σελ. 371, 1-11.
Ο ιστορικός Ιωάννης Σκυλίτζης περιγράφει την επεισοδιακή εκθρόνιση του Ευθυμίου (912)
Ἀλέξανδρος δὲ ὁ τοῦ Λέοντος ἀδελφός, ἤδη νεανίας ὢν καὶ τὸ εἰκοστὸν τῆς ἡλικίας αὐτοῦ παραμείβων ἔτος, τοῦ Λέοντος ἀποθανόντος παρέλαβε τὰς τῆς βασιλείας ἡνίας, συμβασιλεύοντος αὐτῷ καὶ Κωνσταντίνου τοῦ Λέοντος παιδός. ὃς ἅμα τε ἐπέβη τῆς βασιλείας καὶ ἅμα ἐκπέμψας ἤγαγε Νικόλαον ἐκ Γαλακρηνῶν τὸν πατριάρχην, καὶ τοῦ θρόνου καταγαγὼν τὸν Εὐθύμιον ἀνήγαγε τὸ δεύτερον τὸν Νικόλαον. καὶ ἅμα αὐτῷ καθεσθεὶς ἐν τῇ Μαγναύρᾳ, σελεντίου γενομένου, τὴν τοῦ Εὐθυμίου καθαίρεσιν ἐποιήσατο. ὃν οἱ προσκείμενοι τῷ Νικολάῳ κληρικοὶ ἅμα τῇ καθαιρέσει ὥσπερ ἄγριοι ἐμπηδῶντες θῆρες ἔπληττον, κονδύλους ἐνέτριβον, ἐκολάφιζον, τὴν ἱεροπρεπῆ ἀπέτιλλον γενειάδα, ἐπὶ τράχηλον ὤθουν, καὶ ἄλλας ἀνυποίστους ποινὰς τούτῳ ἐπέφερον, ἐπιβάτην ἀποκαλοῦντες καὶ μοιχὸν καὶ ἀλλοτρίᾳ ἐπεισπηδήσαντα γυναικί. ὁ δὲ ἱερὸς ἐκεῖνος ἀνὴρ πράως πάντα καὶ ἡσύχως ὑπέφερεν. ὑπερόριος οὖν ἐν τοῖς Ἀγαθοῦ σταλείς, καὶ μετὰ μικρὸν χρόνον ἀποβιούς, ἐν τῇ πόλει εἰσαχθεὶς θάπτεται εἰς τὴν αὐτοῦ μονήν.
Ιωάννου του Σκυλίτζη, Σύνοψις Ιστοριών, Thurn, I. (επιμ.), Ioannis Scylitzae, Synopsis Historiarum (CFHB 5, Berlin – New York 1973), σελ. 193, 40-54.