Ίδρυση βιβλιοθηκών στην Αυτοκρατορία της Νίκαιας από το Θεόδωρο Β΄ Λάσκαρι
Ψευδο-Σκουταριώτης, Σύνοψις Χρονική, Σάθας, Κ. (επιμ.), Μεσαιωνική Βιβλιοθήκη Ζ΄ (Βενετία 1894), σελ. 535.26-536.6
«Καὶ βίβλους δὲ συνηγάγετο, οὐδ’ ὅσας ὁ ἐπὶ τούτω μεγαλυνόμενος Πτολεμαῖος, παντοίων τεχνῶν τε καὶ ἐπιστημῶν, καὶ ταύτας ταῖς πόλεσιν ἐναποτιθεὶς, τοῖς βουλομένοις εἰς ἀνάγνωσιν καὶ τῶν ἐν αὐταῖς σπουδασμάτων ἀνάπτυξιν ἐθέσπισε μεταδίδοσθαι, ἐφ’ ὢ καὶ τὰ τοῦ λόγου εἰς τὸ μηδὲν σχεδὸν καταντήσαντα ἐκ τῆς καταστροφῆς τῆς βασιλίδος τῶν πόλεων, ἐπὶ τούτου αὔξεσθαι ἤρξατο, καὶ ἐπὶ μείζω προέκοψεν, ὣς ἐκασταχὴ τῶν Ῥωμαϊκῶν χωρῶν τε καὶ πόλεων χορείας σοφῶν καθοράσθαι καὶ Μουσῶν συνίστασθαι θέατρα, καὶ πάντα σχεδὸν τόπον, ἀγοραῖς πλήθει ἐλλογίμων ἀνδρῶν ἐπιστημονικῶν ζητημάτων παραθέσεις καὶ ἀντιθέσεις ἀσχολουμένων, καὶ πονουμένων ἐπὶ λογικὰς προτάσεις καὶ συμπεράσματα».