Ο Βυζαντινός χρονογράφος Θεοφάνης περιγράφει την αραβική εκστρατεία του 806
Τῷ δ’ αὐτῷ ἔτει ἐπεστράτευσεν Ἀαρών, ὁ τῶν Ἀράβων ἀρχηγός, τὴν ῾Ρωμανίαν ἐν δυνάμει βαρείᾳ ἀπό τε Μαυροφόρων καὶ Συρίας καὶ Παλαιστίνης καὶ Λιβύης χιλιάδων τ΄. καὶ ἐλθὼν εἰς Τύανα ᾠκοδόμησεν οἶκον τῆς βλασφημίας αὐτοῦ. καὶ πολιορκήσας παρέλαβεν τό τε Ἡρακλέως κάστρον ὀχυρώτατον πάνυ ὑπάρχον καὶ τὴν Θήβασαν καὶ τὴν Μαλακοπέαν καὶ τὴν Σιδηρόπαλον καὶ τὴν Ἀνδρασόν. ἀπέστειλε δὲ κοῦρσον χιλιάδας ξ΄, καὶ κατῆλθεν ἕως Ἀγκύρας, καὶ ἱστορήσας ταύτην ὑπέστρεψεν. ὁ δὲ βασιλεὺς Νικηφόρος φόβῳ καὶ ἀμηχανίᾳ συσχεθεὶς ἐξῆλθε καὶ αὐτὸς ἐν ἀπογνώσει, τὰ γενναῖα τῆς ταλαιπωρίας ἐπιδεικνύμενος· καὶ πολλὰ τρόπαια ποιήσας ἀπέστειλε πρὸς Ἀαρὼν τὸν μητροπολίτην Συνάδων καὶ Πέτρον, τὸν ἡγούμενον τοῦ Γουλαίου, καὶ Γρηγόριον, τὸν οἰκονόμον Ἀμάστρης, αἰτῶν εἰρήνην γενέσθαι· καὶ πολλὰ διαλεχθέντων αὐτῶν ἐστοίχησαν τὴν εἰρήνην, ἵνα τὸ κατ’ ἔτος τελῆται αὐτοῖς ἀνὰ λ΄ χιλιάδων νομίσματα καὶ τρία νομίσματα κεφαλιτιῶν αὐτοῦ τοῦ βασιλέως, καὶ τρία τοῦ υἱοῦ αὐτοῦ. ἃ καὶ δεξάμενος Ἀαρὼν ἥσθη καὶ ἠγαλλιάσατο ὑπὲρ μυρίων ταλάντων ταῦτα δεξάμενος, ὡς ὑποτάξας τὴν ῾Ρωμαίων βασιλείαν. ἐστοίχησαν δὲ καὶ τὰ παραληφθέντα κάστρα μὴ κτισθῆναι. ὑποστρεψάντων δὲ τῶν Ἀράβων, ἔκτισεν ευθέως τὰ αὐτὰ κάστρα καὶ κατωχύρωσεν. καὶ τοῦτο μαθὼν Ἀαρών, ἀποστείλας πάλιν ἔλαβε τὴν Θήβασαν, καὶ πέμψας στόλον εἰς Κύπρον τάς τε ἐκκλησίας κατέστρεψε καὶ τοὺς Κυπρίους μετέστησε καὶ πολλὴν ἅλωσιν ποιήσας τὴν εἰρήνην διέστρεψεν.
Θεοφάνης, Χρονογραφία, de Boor, C. (επιμ.), Theophanis Chronographia (Leipzig 1883), σελ.482.1-23.