Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία ΙΔΡΥΜΑ ΜΕΙΖΟΝΟΣ ΕΛΛΗΝΙΣΜΟΥ
z
 
 
 
 
 
 
 
 
 
Αναζήτηση με το γράμμα ΑΑναζήτηση με το γράμμα ΒΑναζήτηση με το γράμμα ΓΑναζήτηση με το γράμμα ΔΑναζήτηση με το γράμμα ΕΑναζήτηση με το γράμμα ΖΑναζήτηση με το γράμμα ΗΑναζήτηση με το γράμμα ΘΑναζήτηση με το γράμμα ΙΑναζήτηση με το γράμμα ΚΑναζήτηση με το γράμμα ΛΑναζήτηση με το γράμμα ΜΑναζήτηση με το γράμμα ΝΑναζήτηση με το γράμμα ΞΑναζήτηση με το γράμμα ΟΑναζήτηση με το γράμμα ΠΑναζήτηση με το γράμμα ΡΑναζήτηση με το γράμμα ΣΑναζήτηση με το γράμμα ΤΑναζήτηση με το γράμμα ΥΑναζήτηση με το γράμμα ΦΑναζήτηση με το γράμμα ΧΑναζήτηση με το γράμμα ΨΑναζήτηση με το γράμμα Ω

Βοτανειάτες

Συγγραφή : Krsmanović Bojana (11/9/2003)

Για παραπομπή: Krsmanović Bojana, «Βοτανειάτες», 2003,
Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία
URL: <http://www.ehw.gr/l.aspx?id=3953>

Βοτανειάτες (16/3/2009 v.1) Botaneiates family (16/3/2009 v.1) 

Παραθέματα

 

Ο Βυζαντινός ιστορικός Μιχαήλ Ατταλειάτης αναφέρεται στην καταγωγή της οικογένειας των Βοτανειατών:
Ἀλλ’ ὁ μὲν περὶ τοῦ κράτους αὐτοῦ λόγος ἀναμεινάτω μικρόν· ἐπεὶ δὲ περὶ τῆς τοῦ γένους αὐτοῦ μεγαλειότητος ἐπεμνήσθημεν, βραχύ τι περὶ τούτου διαλεξώμεθα, ἵνα γνῶσι πάντες οἵων αὐτῷ τῶν προγόνων ὄντων εἰς περιφάνειαν ἀνδραγαθίας καὶ δόξης ὅσον οὗτος ὑπερηκόντισε, ὡς μήτε τοῦτον ἄξιον εἶναι προγόνους ἑτέρους ἔχειν ἢ ἐκείνους μόνους, μητ’ ἐκείνους ἀπόγονον ἕτερον ἢ τὸν νῦν εὐφημούμενον. ὅπερ δὴ καλῶς ποιοῦν καὶ συνέδραμεν. Ἡ μὲν οὖν τοῦ γένους αὐτοῦ ἀνωτάτω καὶ πρώτη σειρὰ ἐκ τῶν Φωκάδων ἐκείνων ὥρμηται, Φωκάδων ὧν κλέος εὐρὺ κατὰ πᾶσαν γῆν τε καὶ θάλασσαν. οὗτοι γὰρ ὑπερφυῶς τῶν ἄλλων τὸ κράτος ἐν βασιλείοις ἐκέκτηντο, στρατηγίαις τε καὶ δημαγωγίαις καὶ ἀνδρείῳ βραχίονι καὶ γένους ἐπισημότητι πάντας ἐπιεικῶς ὑπεραίροντες· ἐνενήκοντα γὰρ καὶ δύο γενεὰς εὐημεροῦντες κατὰ τὸ συνεχὲς κατὰ πάντων εἶχον τὰ νικητήρια, μηδενὸς ἀνθαμιλληθῆναι δυναμένου καὶ συγκριθῆναι τῷ γένει τῶν Φωκάδων ὑπὲρ ἀνδρίας ἢ ἀνδραγαθίας τινὸς ἢ ὑπατείας μεγίστης καὶ στρατηγίας ἐπιφανοῦς.

Μιχαήλ Ατταλειάτης, Ιστορία, Bekker, I. (επιμ.), Michaelis Attaliotae Historia (Bonn 1853), σελ. 216, 20-217, 14.

Η θρυλούμενη καταγωγή των Βοτανειατών από παλαιά ρωμαϊκή οικογένεια, όπως αναφέρεται σε χρονογραφικό έργο της εποχής:
Ἦν δὲ ὁ Βοτανειάτης τῶν εὐπατριδῶν, ἐκ τοῦ Φωκᾶ τὸ γένος πολυπλόκως μὲν ἀλλ’ ὅμως κατάγων καὶ τῶν περιωνύμων Φλαβίων, οἳ τὸ γένος ἀπὸ τῆς περιδόξου καὶ πρεσβυτέρας ῾Ρώμης κατῆγον, καθὼς ἡ ἀνέκαθεν παράδοσις κρατεῖ περὶ αὐτοῦ.

Συνεχιστής Ιωάννου Σκυλίτζη, Χρονογραφία, Τσολάκης, Ε. (επιμ.), Η Συνέχεια της Xρονογραφίας του Ιωάννου Σκυλίτζη (Ioannes Skylitzes Continuatus) (Ίδρυμα Μελετών Χερσονήσου του Αίμου 105, Θεσσαλονίκη 1968), σελ. 172, 10-14.

Ο Βυζαντινός ιστορικός Ιωάννης Σκυλίτζης περιγράφει το θάνατο του Θεοφυλάκτου Βοτανειάτη (1014):
Πρὸ τοῦ δὲ ταῦτα γενέσθαι, Θεοφυλάκτου τοῦ Βοτανειάτου ἄρχειν Θεσσαλονίκης μετὰ τὸν Ἀρειανίτην πεμφθέντος Δαβὶδ ὁ Νεστορίτζης, εἷς τῶν παρὰ Βουλγάροις μέγα δυναμένων ὑπάρχων, μετὰ δυνάμεως ἁδρᾶς κατὰ Θεσσαλονίκης ἐκπέμπεται παρὰ τοῦ Σαμουήλ. οἷς συναντήσας ὁ Θεοφύλακτος σὺν τῷ υἱῷ Μιχαὴλ καὶ συμπλακεὶς τρέπει τε κατὰ κράτος, καὶ λείαν πολλὴν καὶ αἰχμαλώτους συχνοὺς προσλαβόμενος διακομίζει τῷ βασιλεῖ πολιορκοῦντι τὸ ἐν τῇ κλεισούρᾳ τοῦ Κλειδίου δέμα. τὸ δέμα δέ, ὡς εἴρηται, διαβὰς ὁ βασιλεὺς κατὰ Στρούμβιτζαν γίνεται. καὶ παρεστήσατο μὲν φρούριον τὸ καλούμενον Ματζούκιν, τῇ Στρουμβίτζῃ δὲ προσεγγίζον, μετὰ δυνάμεως δ’ ἐκπέμπει τὸν Βοτανειάτην Θεοφύλακτον τὸν δοῦκα Θεσσαλονίκης, ὑπερβῆναι κελεύσας τοὺς ἐν Στρουμβίτζῃ βουνούς, καὶ τὰ ἐν ταῖς κατ’ αὐτοὺς ὁδοῖς πυρπολῆσαι δέματα, καὶ εὐπόρευτον αὐτῷ θεῖναι τὴν πρὸς Θεσσαλονίκην ἄγουσαν ὁδόν. ὁ δὲ ἀπελθὼν συνεχωρήθη μὲν ἐν τῷ εἰσιέναι παρὰ τῶν τοποφυλακούντων Βουλγάρων ἀνεμποδίστως διελθεῖν, μέλλων δὲ πρὸς τὸν βασιλέα πάλιν ὑποστρέφειν μετὰ τὸ τὰ προστεταγμένα πληρῶσαι περιπίπτει λόχοις ἐπ’ αὐτῷ τούτῳ προσκαθημένοις καὶ ἐνεδρεύουσιν ἔν τινι ἐπιμήκει στενοχωρίᾳ. ἐν ᾗ εἰσελθὼν καὶ πάντοθεν περιστοιχισθεὶς καὶ ἄνωθεν ὑπὸ λίθων καὶ τόξων βαλλόμενος, μηδενὸς ἀμύνασθαι δυναμένου διὰ τὴν πύκνωσιν καὶ τὸ τῆς στενοχωρίας ἀδιεξόδευτον, αὐτός τε πίπτει, μηδὲ ταῖς οἰκείαις χερσὶ δυνηθεὶς χρήσασθαι, τοῦ ῾Ραδομηροῦ τῇ λόγχῃ, ἣν ἐπεφέρετο, τὰ τούτου ἐκχέαντος ἔγκατα, καὶ πολὺ μέρος σὺν αὐτῷ ἀπώλετο τοῦ στρατοῦ.

Ιωάννης Σκυλίτζης, Σύνοψις Ιστοριών, Thurn, I. (επιμ.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin – New York 1973), σελ. 350, 59-351, 81.

Ο θάνατος του παππού του Νικηφόρου Βοτανειάτη (1014), όπως περιγράφεται από τον Ατταλειάτη:
οἱ δὲ τοῦ γένους αὐτοῦ ἐδιώχθησαν μὲν ὑπὸ τῶν μετέπειτα βασιλέων διὰ τὸ βάρος τῆς τύχης καὶ τὸ τῆς ἀνδρίας ἀξίωμα περιώνυμον, ἔμεινε δὲ τῇ μετέπειτα γενεᾷ ὥσπερ τις σπινθὴρ ὑπαυγάζων τὸ γένος τῶν Βοτανειατῶν, ἐν τῷ στρατῷ διαλάμπων τοῦ κυρίου Βασιλείου τοῦ πορφυρογεννήτου, ὃς τεσσαρακοστὸν ἔτος τοῖς Βουλγάροις ἀντιτασσόμενος, καὶ μυρίοις πόνοις καὶ ὅπλοις ἀντιπαραταττόμενος, ἕνα μόνον εἶχε βοηθὸν καὶ συλλήπτορα, βουληφόρον ἅμα καὶ στρατηγὸν καὶ ἱππότην καὶ δεξιὸν ἀρχιστράτηγον, τὸν Βοτανειάτην Νικηφόρον, ὃς πάππος ἦν τῷ προλελεγμένῳ βασιλεῖ. τέλος δὲ τοῦ πολέμου, μετὰ τὸ καταπολεμῆθηναι καὶ ἡττηθῆναι τὸ τῶν Βουλγάρων ἔθνος ὑπὸ τῆς αὐτοῦ δεξιᾶς (ἦν γὰρ τηνικαῦτα τῷ περιβλέπτῳ τῶν βεστῶν ἀξιώματι τετιμημένος, ἐλαμπρύνετο δὲ καὶ τῇ τοῦ δουκὸς περιφανεστάτῃ ἀρχῇ), τὸν εὐγενῆ καὶ ἀληθέσι στρατιώταις ἐράσμιον θνήσκει μαχόμενος θάνατον. τρεψάμενος γὰρ τοὺς Βουλγάρους, καὶ διώκων ἐν τῇ κλεισούρᾳ τῇ λεγομένῃ τοῦ Κλειδίου, οὐκ ἀνίει σφάττων καὶ κατατιτρώσκων αὐτούς, ἕως εἰς ἀκρωρείας ἀνελθών, ἔνθα καὶ ἑτέρους ἑώρα Βουλγάρους καταφυγόντας, ἐσφάλη τῆς ἱππασίας, τοῦ ἵππου κατολισθήσαντος ἐν πλαξὶ λιθίναις καὶ σὺν αὐτῷ κατακρημνισθέντος, ὥστε καταπλαγέντας τοὺς ἐναντίους τὴν ἀνυπέρβλητον ὁρμὴν τοῦ ἀνδρὸς μηκέτι τοῖς ῾Ρωμαίοις τολμῆσαι εἰς χεῖρας ἐλθεῖν, ἀλλὰ τὸν μὲν ἄρχοντα τούτων, Σαμουὴλ κατονομαζόμενον, σύντρομον φυγεῖν καὶ ἀποθανεῖν ἐν τῷ λιμνίᾳ νήσῳ τῆς Πρέσπας, τοὺς δὲ λοιποὺς ἅπαντας ὑποσπόνδους ἑαυτοὺς ἐγχειρίσαι τῷ βασιλεῖ καὶ γενέσθαι δούλους δι’ ἀρετὴν ἑνὸς ἀνδρὸς καὶ γενναιότητος μέγεθος.

Μιχαήλ Ατταλειάτης, Ιστορία, Bekker, I. (επιμ.), Michaelis Attaliotae Historia (Bonn 1853), σελ. 229, 16-230, 21.

Εγκώμιο του Μιχαήλ Βοτανειάτη, πατέρα του αυτοκράτορος Νικηφόρου Γ΄, από τον Ατταλειάτη:
Ἐπεὶ καὶ ὁ τούτου υἱὸς Μιχαήλ, πατὴρ τοῦ βασιλέως, μέγα τι καὶ ὑπεράνθρωπον ἐνεδείξατο καρτερίας καὶ ἀνδραγαθίας κατὰ τῶν ἀντιπάλων προτέρημα. πλήθους γὰρ ἀμυθήτου Βουλγάρων ἐπιστρατεύσαντος τῇ Θεσσαλονικέων μητροπόλει, οὐ κατεπλάγη πρὸς τὰς τοσαύτας δυνάμεις αὐτῶν, καὶ τῶν τειχῶν ἐντὸς ἑαυτὸν περιέστειλεν, ἀλλ’ οἷά φασιν εἰπεῖν αὐτὸν τὸν Ἀλέξανδρον, ὡς εἷς μάγειρος πολλῶν προβάτων ἀγέλας οὐ δέδοικε, ταῦτα διανοησάμενος καὶ εἰπὼν ἐξῆλθε μετ’ ὀλίγων τῶν παρατυχόντων αὐτῷ συστρατεύεσθαι. ἔχων γὰρ τὴν τοιαύτην ἡγεμονίαν πατρῴαν, καὶ τῷ ζήλῳ μονονουχὶ ἐκπυρακτωθείς, καὶ ἅμα μένους καὶ φρονήματος εὐγενοῦς ἀκαταμαχήτου πνέων, καὶ τοσοῦτον νικῶν τῷ τῆς ἰσχύος διάρματι ὅσον οἱ ἀντικείμενοι τῷ πλήθει καὶ ταῖς πανοπλίαις ἐδόκουν ἁβρύνεσθαι, πρὸς μάχην ἐκ τοῦ εὐθέος αὐτοῖς ἀντιπαρετάξατο, καὶ μετὰ πολλῆς τῆς ῥῦμης καὶ τοῦ ἀκρατοῦς ῥυτῆρος εἰς μέσους τοὺς πολεμίους γενόμενος ἅπαν τὸ πεδίον ἐκεῖνο σωμάτων νεκρῶν κατεσφαγμένων ἐπλήρωσε, μηδενὸς δυνηθέντος ἀθάνατον πληγὴν ἐκ τῆς τούτου χειρὸς ἀπενέγκασθαι. ἐπήρχοντο μὲν γὰρ αὐτῷ κατὰ φάλαγγας οἱ πολέμιοι πανταχόθεν, τῷ σώματι τούτου τὰς ἀκμὰς τῶν ξιφῶν ἐπερείδοντες, οὐδαμῶς δὲ τῆς ἱππικῆς ἕδρας αὐτὸν ἀποκρούσασθαι ἴσχυον· ἀλλὰ φασγάνῳ τὰ δόρατα τούτων ἀποτέμνων καὶ τὰς σαρίσσας, οὕτω τοὺς πολεμήτορας ὑπὸ γῆν κατηκόντιζεν, οὗ μὲν κεφαλὴν ἐν μιᾷ πληγῇ σὺν τῇ χειρὶ διατέμνων, ἄλλον δὲ δεικνύων ἡμίτομον, τὸν δὲ καὶ καρατομῶν, καὶ μυρίοις εἴδεσι πληγῶν καταστρέφων καὶ καταπλήττων αὐτούς. οἱ δὲ Βούλγαροι, πλῆθος ὄντες ἀνεξερεύνητον καὶ ἀριθμῷ καθυποβληθῆναι μηδ’ ὅλως δυνάμενον, περισχόντες αὐτὸν εἰς μέσον ὥσπερ ὑδάτων πολλῶν ἀχανὲς πέλαγος, οὕτως αὐτὸν ἀποπνῖξαι καὶ εἰς ἀδιεξόδευτον βυθὸν καταποντίσαι διηγωνίζοντο, οἷα πέρ τισι κύμασι τοῖς τύμμασι τῶν δοράτων καὶ τῶν ἄλλων πολεμικῶν ὀργάνων συνεχῶς αὐτὸν ἐπιπλήττοντες. ἀλλ’ ἐκεῖνος βρυγμῷ λέοντος κατ’ αὐτῶν ἐξορμῶν, καὶ τοὺς ἐπεισπεσόντας ἐξαισίοις ἀναχαιτίζων πληγαῖς, ὁδὸν ἑαυτῷ ἐποίει καὶ πρόσβασιν ἑκατέρωθεν. καὶ μετὰ τὸ γνῶναι πάντας τὸ τούτου ἀκρατὲς καὶ πρὸς τὰς ἀνδραγαθίας εὐσταθὲς καὶ ἀνίκητον, οὐκέτι πρὸς ἀντικαταστάσεις ἀγχεμάχων ἀπὸ χειρῶν εἰς χεῖρας πρὸς μάχην αὐτῷ συνίσταντο, ἀλλὰ χορείαν μονονουχὶ συστησάμενοι σὺν θαύματι μεγάλῳ δι’ ἑκηβόλων ὀργάνων τὸν πόλεμον συνερρήγνυον, ἕως αὐτὸς τοῖς ὑποχωροῦσιν ἐπιφερόμενος ἧτταν αὐτῶν μεγίστην καὶ τροπὴν ἀπειργάσατο· καὶ τοσοῦτον ὅτι μετὰ τὴν νίκην ἀπιδὼν πρὸς τὸ πλῆθος τῶν πεσόντων καὶ τῶν φευγόντων, καὶ οἷον αὐτῷ ἔργον ὑπὲρ ἀνθρωπίνην ἰσχὺν ἐξείργαστο, σκοτοδινίας πλησθεὶς καὶ φύσεως ρευστῆς εἶναι, τοῖς ἀνθρωπίνοις δεινοῖς καὶ πάθεσι κατακλινομένης, ὑποδεικνύς, αὐτομάτως ἐκ τοῦ ἵππου πρὸς γῆν καταρρεύσας συννένευκε, διάβροχος μὲν καὶ λελουμένος ὢν τῷ τῶν πολεμίων ἀπλέτῳ καὶ ποταμίῳ αἵματι, οὐχ ἧττον δὲ καὶ τῷ οἰκείῳ καὶ μαρτυρικῷ περιρρεόμενος λύθρῳ. ἐθαύμασαν αὐτὸν ὑπερφυῶς καὶ ὑπερηγάσθησαν τό τε πολέμιον καὶ πᾶν τὸ ῾Ρωμαϊκόν, καὶ δῆμοι πάντες ἀνθρώπων πρὸς τοῦτο ἐξεθαμβήθησαν. τὸ δὲ γένος τῶν Θετταλῶν ἑώρτασε μὲν ὑπὲρ ἅπαντος τὴν τῆς πόλεως λύτρωσιν, ἔθυσε δὲ θεῷ καὶ τῷ μεγαλομάρτυρι Δημητρίῳ τὰ σῶστρα, ἔθυσε δὲ καὶ αὐτῷ τῷ τούτου θεράποντι Μιχαὴλ τῷ Βοτανειάτῃ τὴν εξ ἰσοθέων ἀγώνων ἐπινίκιον εὐφημίαν καὶ εὔκλειαν. ἐζήτει δὲ τὸν ἀθλητὴν ἡ σωθεῖσα πόλις δι’ αὐτοῦ, καὶ διὰ σπουδῆς ἐποιεῖτο τὴν τούτου εὕρεσιν. καὶ ζητοῦσα σὺν ἐπιμελείᾳ καὶ διαδρόμῳ πολλῷ εὗρεν αὐτὸν κείμενον ἐν ὡπλισμένῳ καὶ ἀνδρείῳ φρονήματι, καὶ τὸ ξίφος τοῖς δακτύλοις περιεχόμενον καὶ μηδαμῶς ἀφιέμενον, ἕως μετὰ πολλῆς θεραπείας καὶ τεχνικῆς ἐπιστήμης ἀφῆκε μὲν τὸ ξίφος ἡ χείρ, τῶν ὀνύχων τῇ παλάμῃ προσηλωθέντων αὐτοῦ τῷ ἐμμανεῖ τῆς κατὰ τῶν πολεμίων ἐπείξεως, αὐτὸς δὲ δορυφορούμενος, καὶ μεγίσταις εὐφημίαις καὶ κρότοις καὶ δορυφόρων ἀλαλαγμοῖς καὶ ἐγκωμίων πλοκαῖς καταστεφόμενος ὡς ἀριστεὺς ἀπαράμιλλος, εἰς τὴν πόλιν ἐθριάμβευσε, τοῦ κάρου ἤδη ἀνενεγκών, καὶ πᾶσαν τὴν ῾Ρωμαίων χαρᾶς καὶ θυμηδίας πεπλήρωκεν. ὁ δὲ τὰ σκῆπτρα τῆς ἀρχῆς ἐγκεχειρισμένος κύριος Βασίλειος, ἀναφέρων μὲν καὶ πρὸς τὸ τοῦ γένους αὐτοῦ ἐπίσημον καὶ περίδοξον, ἀναφέρων δὲ καὶ πρὸς τὰς πατρῴας ἀνδραγαθίας, καὶ τὴν τοῦ παρόντος κατορθώματος ἐκπληττόμενος ἀσύγκριτον ἔπαρσιν, υἱὸν αὐτὸν ἀπεκάλει καὶ μέλος ἴδιον, καὶ τὸ ὄνομα τούτου διὰ γλώττης εἶχε. καὶ ὁρῶν ἐπόθει τοῦτον, καὶ ποθῶν ἐτίμα, καὶ πιστότατον ἅμα καὶ οἰκειότατον καὶ στρατιώτην ἀκαταγώνιστον εἶχε καὶ ἐλογίζετο, καὶ διαλλακτῆρα τῶν μεγίστων καμάτων καὶ πολέμων ἐτίθετο ἀσφαλῆ, ὡς τῇ παρουσίᾳ τούτου φευγόντων τῶν ἐναντίων καὶ νῶτα διδόντων εὐθύς. ὅθεν καὶ σὺν αὐτῷ μὲν καὶ τῷ πατρὶ τὴν κατὰ τῶν Βουλγάρων ἤρατο νίκην, καὶ τῆς Βουλγαρίας δυσκαταμαχήτου καὶ πολλῆς καὶ δυσαλώτου γινωσκομένης παντάπασι, καὶ μηδενὶ τῶν βασιλέων ὑποταγείσης ἐπὶ πολύ, καὶ παρὰ τοῦτο μὴ ἀνιείσης τῇ Βύζαντος τὸ ἀνέσιμον καὶ τὴν χορηγίαν τῶν ἀναγκαίων, λαμπρῶς καὶ σὺν πολλῇ τῇ ἀκμαιότητι ἐκυρίευσε· καὶ κατέστη τῇ ῾Ρωμαίων βασιλείᾳ πρὸς ἑσπέραν ἐν εὐπραγίᾳ καὶ γαλήνῃ τὰ πράγματα, καὶ ἀντὶ τῆς πρὶν ἐνδείας δαψιλῆ τὴν ἀφθονίαν καὶ τὴν εὐκληρίαν εὐθύμως ἀπείληφεν.

Μιχαήλ Ατταλειάτης, Ιστορία, Bekker, I. (επιμ.), Michaelis Attaliotae Historia (Bonn 1853), σελ. 230, 22-234, 16.

Ο Μιχαήλ Βοτανειάτης λαμβάνει μέρος στις εκστρατείες του Βασιλείου Β΄ εναντίον των Αβασγών:
Ἐπὶ δὲ τῆς ἑώας διακυκωμένων τῶν Ἀβασγῶν καὶ ἀντιδοξούντων τῷ βασιλεῖ καὶ προφανῶς ἀνταιρόντων (ἐθάρρουν γὰρ οὐ τῷ πλήθει μόνον, ἀλλὰ καὶ τοῖς τῶν ὅπλων ἰσχυροτάτοις προβλήμασιν, ὡς μὴ ἑαυτοὺς μόνον ἀλλὰ καὶ τοὺς ἵππους τεθωρακισμένους καὶ ἀτρώτους πανταχόθεν περικαλύπτοντες), πάλιν αὐτὸς ὁ Βοτανειάτης πρωταγωνιστὴς καὶ πρόμαχος ἐγνωρίζετο καὶ τοῦ κρατοῦντος ὑπέρμαχος· τοῦ γὰρ βασιλέως κατ’ ἐκεῖνο τὰς ῾Ρωμαϊκὰς δυνάμεις ἐλάσαντος, καταπληκτικοὶ μὲν ἀγῶνες καὶ μάχαι περιφανεῖς καὶ πανημέριοι συνερράγησαν, οὐδεμιᾶς δὲ τούτων ὁ Βοτανειάτης ἐναπολέλειπτο, ἀλλ’ ἠγωνίζετο μὲν ὥσπερ τις ἑκατοντάχειρ καὶ δεύτερος Ἡρακλῆς ἢ ὑπὲρ τὸν Ἡρακλέα ἐκεῖνον τοῖς ἄθλοις ἐπιγαννύμενον (οὐ γὰρ τρισκαιδέκατον αθλον ἀλλ’ ἑκατονταπλάσιον ἤνυεν), ἔνθα δὲ ἀνεκτᾶτο τὸ ἀνιώμενον, καὶ θάρσους πληρῶν εὐτολμότερον ἐποίει καὶ νικᾶν παρεσκεύαζε. ταῦτα οὐκ ἐπὶ μιᾶς ἐκστρατείας τῆς κατὰ τῶν Ἀβασγῶν αὐτῷ διηγώνιστο, ἀλλὰ καὶ ἐπὶ δευτέρας.

Μιχαήλ Ατταλειάτης, Ιστορία, Bekker, I. (επιμ.), Michaelis Attaliotae Historia (Bonn 1853), σελ. 234, 17-235, 12.

Ο Σκυλίτζης αναφέρεται στη συμμετοχή του Νικηφόρου Βοτανειάτη στο κίνημα του Ισαακίου Κομνηνού (1057):
οἱ δὲ κατὰ τὸ θέμα τῶν Ἀνατολικῶν τὰς οἰκήσεις ἔχοντες ἄρχοντες, ὁ πρόεδρος ῾Ρωμανὸς ὁ Σκληρός (ἦν γὰρ οὐδ’ αὐτὸς ἔξω τῶν ὀμωμοσμένων), ὁ Βούρτζης, ὁ Βοτανειάτης, οἱ Βασιλείου τοῦ Αργυροῦ παῖδες καὶ ὁ λοιπὸς ὅμιλος, τέως μὲν ἦσαν ἠρεμοῦντες καὶ ἀρχὴν ἀποστασίας ἀλλαχόθεν προσμένοντες, ἐπεὶ δὲ ἐπύθοντο τὰ κατὰ τὸν Βρυέννιον, καὶ οἵαις ἑαυτὸν οὗτος φρενοβλαβῶς καθυπέβαλε τύχαις, ἐντρεχῶς λογισάμενοι, ὡς ἐταζόμενος οὗτος ἀποφήνειε τὴν συνωμοσίαν καὶ οὐκ εἰς καλὸν τοῖς συνωμόταις τὸ τέλος ἐπενεχθήσεται, ἄραντες ἅπαντες ἀπέρχονται ἐν Παφλαγονίᾳ κατὰ τὴν Καστάμωνα· οἶκος δὲ ἡ Καστάμων τοῦ μαγίστρου Ισαακίου τοῦ Κομνηνοῦ. καταλαβόντες δὲ καὶ αὐτὸν ἠρεμοῦντα ἔτι ἀνιστῶσι καὶ ἄκοντα, καὶ ἔρχονται μετ’ αὐτοῦ κατά τινα τόπον ὁμαλὸν καὶ πλάτος ἱκανὸν ἔχοντα· Γουνάρια ὁ τόπος κατονομάζεται. κἀκεῖσε τοὺς πλησιοχώρους ἀθροίσαντες στρατιώτας καὶ τοὺς ὅσοι πυθόμενοι τὴν κίνησιν ἐθελονταὶ παρεγένοντο, μετὰ πάντων αὐτῶν ἀναγορεύουσι τοῦτον αὐτοκράτορα βασιλέα ῾Ρωμαίων, ὁγδόην ἄγοντος τότε τοῦ Ἰουνίου μηνός, τῆς δεκάτης ἰνδικτιῶνος.

Ιωάννης Σκυλίτζης, Σύνοψις Ιστοριών, Thurn, I. (επιμ.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin – New York 1973), σελ. 488, 63-489, 78.

Ανδραγαθία του Νικηφόρου Βοτανειάτη σε μάχη εναντίον αυτοκρατορικών στρατευμάτων, όπως περιγράφεται από τον Σκυλίτζη:
Ἐν ταύτῃ τῇ μάχῃ φασίν, ὅτι τῶν περὶ τὸν βασιλέα τραπέντων ῾Ρανδοῦλφος ὁ Φράγγος ἐς μέσους περιπλανώμενος τούς τε φεύγοντας καὶ τοὺς διώκοντας ἐζήτει συμπλακῆναί τινι τῶν ὀνομαστῶν, ἐπεὶ δὲ μάθοι, ὡς Νικηφόρος δίεισιν ὁ Βοτανειάτης, τοὺς ἄλλους καταλιπὼν ἀπῄει πρὸς ἐκεῖνον, πόρρωθεν κράζων καὶ μένειν παρεγγυώμενος, δηλῶν καὶ τοὔνομα, ὅστις εἴη καὶ ἐφ’ ᾧ προσκαλεῖται· ὅπερ γνοὺς ὁ Βοτανειάτης ἵστησι τὸν δρόμον, καὶ ἐγγίσαντι τῷ ῾Ρανδούλφῳ προσμίγνυται, καὶ παίει μὲν ἐκεῖνος τῷ ξίφει τὴν ἀσπίδα τοῦ ῾Ρανδούλφου καὶ τέμνει δίχα, παίει δ’ ὁ Φράγγος αὐτὸν κατὰ τῆς κόρυθος, διολισθῆσαν δὲ τὸ ξίφος οὐκ ἔβλαψε. διὸ καὶ συνδραμόντες πρὸς τὸν Βοτανειάτην ἕτεροι χειροῦνται ζωγρίαν τὸν ἄνδρα καὶ ἐς τὸν Κομνηνὸν ἀπάγουσιν.

Ιωάννης Σκυλίτζης, Σύνοψις Ιστοριών, Thurn, I. (επιμ.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin – New York 1973), σελ. 495, 59-496, 69.

Χρονογραφικό έργο της εποχής περιγράφει τη δράση του Νικηφόρου Βοτανειάτη ως δουκός Αντιοχείας:
Γενόμενοι γοῦν ἓν οἵ τε Τοῦρκοι καὶ οἱ Χαλεπῖται, καὶ ὁμολογίαν δόντες ἀλλήλοις, τὴν ἐν Συρίᾳ Ἀντιόχειαν καὶ τὰ περὶ αὐτὴν κακῶς διετίθεσαν σφάττοντες, πυρπολοῦντες, ἀνδραποδίζοντες, λεηλατοῦντες, αἰχμαλωτίζοντες καὶ πᾶν, εἴ τι χείριστον, διαπραττόμενοι. Συνηθροίσθη μὲν γὰρ στράτευμα ἐπ’ αὐτοὺς ἀξιόλογον, Νικηφόρου ὄντος τοῦ Βοτανειάτου ἐν ταύτῃ δουκός, ἡ δὲ φειδωλία καὶ ἡ γλισχρότης ἄπρακτα πάλιν τὰ πάντα ἀπέδειξεν. Οὐ γὰρ ὁλόκληρον τὸ ὀψώνιον, ἀλλὰ μερικὸν αὐτοῖς καὶ μέτριον δοθὲν ναρκῆσαι τοὺς στρατιώτας ἐποίησε· λαβόντες γὰρ τὸ δοθὲν εἰς τὰ οἰκεῖα διεσκεδάσθησαν, καὶ πάλιν ἦσαν οἱ βάρβαροι τὴν χώραν δῃούμενοι καὶ ἀδεῶς κατατρέχοντες. Νεολαίαν δέ τινα βραχεῖαν, ἄρτι τῶν οἰκημάτων οἷς ἐνετρέφοντο ἐκπεπηδηκυῖαν, μικροῖς καὶ ἐλαχίστοις ἀθροίσαντες ἀναλώμασι τῷ τῆς Ἀντιοχείας ἡγεμόνι ἐνεχείρισαν. Οἳ δρᾶσαι μέν τι προεθυμοῦντο ἀπονοίᾳ νεωτερικῆς θρασύτητος στρατηγούμενοι, ἀπειροπόλεμοι δὲ ὄντες καὶ ἄφιπποι καὶ σχεδὸν ἄοπλοι καὶ γυμνοὶ καὶ μηδὲ τὸν ἡμερήσιον ἄρτον ἔχοντες, πολλὰ παθόντες ἀνήκεστα εἰς τὴν σφῶν δυσκλεῶς ἐπανέστρεψαν γῆν, τοῦ δουκὸς Βοτανειάτου μετὰ τῶν οἰκείων ὑπασπιστῶν καί τινων ξενικῶν δυνάμεων μετρίως αὐτοὺς ἀποσοβησαι ἰσχύσαντος. Παραλυθέντος δὲ τῆς ἀρχῆς ἐκείνου τὰ τῶν βαρβάρων ἐπὶ πλέον ἐθρασύνθη, σιτοδείας πιεζούσης τὰς πόλεις καὶ τῶν ἄλλων ἐπιτηδείων ἐνδείας.

Συνεχιστής Ιωάννου Σκυλίτζη, Χρονογραφία, Τσολάκης, Ε. (επιμ.), Η Συνέχεια της Xρονογραφίας του Ιωάννου Σκυλίτζη (Ioannes Skylitzes Continuatus) (Ίδρυμα Μελετών Χερσονήσου του Αίμου 105, Θεσσαλονίκη 1968), σελ. 120, 17-121, 8.

Ο Νικηφόρος Βοτανειάτης ως υποψήφιος αυτοκράτορας (1067-1068):
Ἀλλ’ ἐπειδήπερ ἐξ ἀνάγκης βασιλέως ἐδεήθη τὰ πράγματα δυναμένου αὐτὰ ποσῶς καταστῆσαί τε καὶ ὁμαλίσαι ἐν οὕτως ἐναντίοις καιροῖς, ἐψηφίζετο μὲν ἀξιολογώτατος ὁ Βοτανειάτης καὶ ἄλλοι πολλοί, νικᾷ δὲ ὅμως ἡ θεία βουλή. διὸ καὶ ἀνάγεται ἐπὶ ταύτην ὁ βεστάρχης ῾Ρωμανὸς ὁ Κωνσταντίνου τοῦ Διογένους υἱός.

Συνεχιστής Ιωάννου Σκυλίτζη, Χρονογραφία, Τσολάκης, Ε. (επιμ.), Η Συνέχεια της Xρονογραφίας του Ιωάννου Σκυλίτζη (Ioannes Skylitzes Continuatus) (Ίδρυμα Μελετών Χερσονήσου του Αίμου 105, Θεσσαλονίκη 1968), σελ. 121, 9-13.

Αναφορά σύγχρονου με τα γεγονότα χρονογράφου στη στάση του Νικηφόρου Βοτανειάτη (1077):
Οὕτω δὲ τῶν πραγμάτων διοικουμένων καὶ οὕτω τῶν τε ἐκτὸς και τῶν ἐντὸς λεηλατουμένων καὶ κεραϊζομένων δυσβουλίᾳ καὶ κακότητι τῶν κρατούντων, οἱ ἐν τῇ ἀνατολῇ προέχοντες, Ἀλέξανδρός τε ὁ Καβάσιλας, ὁ Στραβορωμανός, οἱ Συναδηνοί, ὁ Γουδέλιος καὶ ἡ λοιπὴ τῶν συγκλητικῶν λογάς, ἣν ἐκ πολλοῦ ἀποστασίαν ὠδίνησαν εἰς ἔργον ἐξάγουσι νῦν καὶ τὸν κουροπαλάτην Νικηφόρον τὸν Βοτανειάτην συνελθόντες βασιλέα ἀναγορεύουσιν, Ὀκτωβρίου μηνὸς ἱσταμένου τῆς πρώτης ἐπινεμήσεως.

Συνεχιστής Ιωάννου Σκυλίτζη, Χρονογραφία, Τσολάκης, Ε. (επιμ.), Η Συνέχεια της Xρονογραφίας του Ιωάννου Σκυλίτζη (Ioannes Skylitzes Continuatus) (Ίδρυμα Μελετών Χερσονήσου του Αίμου 105, Θεσσαλονίκη 1968), σελ. 171, 26-172, 6.

Επικριτικές παρατηρήσεις για τον Νικηφόρο Βοτανειάτη στο ιστορικό έργο του Νικηφόρου Βρυεννίου:
Ἐκ τῆς ἑῴας καὶ οὗτος ἀποστατεῖ κατ’ αὐτοῦ καὶ ὑπερισχύσας τῆς βασιλείας ἐπιλαμβάνεται, τῆς ἐγκεχειρισμένης αὐτῷ, καθὼς εἴρηται, στρατηγίας τῶν Ἀνατολικῶν ἀμοιβὴν πονηρὰν τῷ ἐγχειρίσαντι ἀντιδούς, κιβδήλων τινῶν ἀνδρῶν καὶ τὴν τοῦ καλοῦ φύσιν ἀγνοησάντων παντάπασι καὶ μηδὲ πίστιν ὀρθὴν συντηρεῖν μαθόντων, οἷς ταύτην ἐπώφειλον, εἰς ταὐτὸ συνελθόντων γνώμης καὶ συμπνευσάντων καὶ τοῦ δήμου παντὸς ἀλογίστως οὕτω τῷ ἐκείνων θελήματι παρακολουθήσαντος. Ἀεὶ γὰρ ἐν ἀνθρώποις ἡ κακία μᾶλλον ἢ τὸ ἀγαθὸν πλεονεκτεῖν εἴωθε· φιλεῖ δὲ καὶ ἄλλως τὸ πλῆθος τοῖς τοιαύταις χαίρειν μεταβολαῖς. Οὕτω τοίνυν ὁ Βοτανειάτης εἰς τὸ τῆς βασιλείας ὕψος ἀνάγεται, ἀνὴρ συνετὸς μὲν τὰ πρῶτα καὶ ἱκανώτατος τῇ χειρί, γήρᾳ δὲ ἄλλως καὶ χρόνῳ κατειργασμένος καὶ τὸ περὶ τὴν δεξιότητα πάλαι καταλύσας φιλότιμον καὶ μικροῦ <δεῖν> πᾶσαν τὴν ἑαυτοῦ ἀφῃρημένος ἐνέργειαν καὶ πρὸς τὸ τῆς βασιλείας ὕψος μὴ ἐπαρκῶν.

Νικηφόρος Βρυέννιος, Ύλη Ιστορίας, Gautier, P. (επιμ.), Nicéphore Bryennios, Histoire (Corpus Fontium Historiae Byzantinae 9, Bruxelles 1975), σελ. 55, 1-14.

Ο γάμος του Νικηφόρου Βοτανειάτη με τη Μαρία την Αλανή:
Ὁ δὲ βασιλεὺς τῆς γυναικὸς αὐτοῦ τελευτησάσης τῆς Βεβδηνῆς, ἅμα τῇ ἀναρρήσει ἀναγορευθείσης καὶ αὐτῆς, ἑτέραν ἠγάγετο. Πολλαὶ μὲν γὰρ αὐτῷ ἐμνηστεύοντο, Ζωή τε γὰρ ἡ τοῦ βασιλέως τοῦ Δούκα θυγάτηρ, παρθένος οὖσα καὶ τῷ εἴδει εὐπρεπής, ἀλλὰ καὶ τῶν συγκλητικῶν θυγατέρες πολλαὶ ὥραν ἔχουσαι γάμου. Ὁ δὲ μίαν ᾑρεῖτο τῶν δύο, ἢ τὴν τοῦ Δούκα σύζυγον καὶ αὖθις τοῦ Διογένους Εὐδοκίαν ἢ τὴν τοῦ ἔναγχος βασιλεύσαντος Μιχαὴλ Μαρίαν τὴν ἐξ Ἀλανῶν. Στέλλει γοῦν τὴν Εὐδοκίαν ληψόμενος, ἡ δὲ ἠκολούθει περιχαρῶς. Ὅπερ γνοὺς ὁ τηνικαῦτα ἐπ’ ἀρετῇ διαβόητος μοναχός, ὃν δὴ καὶ Πανάρετον ἀντ’ ἄλλου παντὸς ἐκάλουν ὀνόματος, παντὶ τρόπῳ διακωλῦσαι ἐσπούδασε τὸ ἀτόπημα, πολλῶν ὑπομνήσας αὐτὴν τῶν δυναμένων παραλῦσαι τῆς προθυμίας. Ἄγεται τοίνυν τὴν Μαρίαν ἀπηρυθριασμένως ὁ βασιλεὺς καὶ ἱερολογεῖται αὐτῇ, καὶ παραυτίκα καθαιρεῖται ὁ ἱερεὺς ὡς προφανῶς μοιχείας τετελεσμένης.

Συνεχιστής Ιωάννου Σκυλίτζη, Χρονογραφία, Τσολάκης, Ε. (επιμ.), Η Συνέχεια της Xρονογραφίας του Ιωάννου Σκυλίτζη (Ioannes Skylitzes Continuatus) (Ίδρυμα Μελετών Χερσονήσου του Αίμου 105, Θεσσαλονίκη 1968), σελ. 181, 22-182, 7.

Ο ιστορικός Νικηφόρος Βρυέννιος περιγράφει την αντίδραση του Νικηφόρου Βοτανειάτη στη στάση του Νικηφόρου Μελισσηνού (1080):
Ἐν ὅσῳ δὲ ταῦτα ἐπράττετο, ὁ Μελισσηνὸς Νικηφόρος, ἀνὴρ εὐγενής, ὡς ὁ λόγος ἐγνώρισεν ἄνωθεν, ἐκ κήδους ὢν ᾠκειωμένος τοῖς Κομνηνοῖς, καὶ γὰρ ἔφθη συναφθῆναι τὴν τούτων ἀδελφὴν Εὐδοκίαν, περὶ τὴν Κῶ διατρίβων, τὰς Τούρκων δυνάμεις καὶ τοὺς Τούρκων ἄρχοντας ἑλκύσας πρὸς ἑαυτόν, περιῄει τὰς τῆς Ἀσίας πόλεις, τὰ κοκκοβαφῆ ὑποδησάμενος πέδιλα. Οἱ γοῦν πολῖται ὡς βασιλεῖ ῾Ρωμαίων σφᾶς τε αὐτοὺς καὶ τὰς πόλεις αὐτῷ παρεδίδουν. Ὁ δὲ καὶ ἄκων τοῖς Τούρκοις ἐνεχείριζεν, ὡς συμβῆναι διὰ βραχέος καιροῦ κἀκ τούτου τοῦ τρόπου πασῶν τῶν περὶ τὴν Ἀσίαν τε καὶ Φρυγίαν καὶ τὴν Γαλατίαν πόλεων κατακυριεῦσαι τοὺς Τούρκους· ξὺν στρατεύματι γοῦν πλείστῳ τὴν ἐν Βιθυνίᾳ Νίκαιαν καταλαμβάνει κἀκεῖθεν τῆς βασιλείας ἀντεποιεῖτο ῾Ρωμαίων. Ὁ Βοτανειάτης δὲ ταῦτα πυθόμενος τὸν Κομνηνὸν μετεκαλεῖτο Ἀλέξιον καὶ ἐκέλευε τοῦτον σὺν ταῖς δυνάμεσι τὸν πορθμὸν διαπεραιωθέντα τὸν Χαλκηδόνιον κατ’ ἐκείνου στρατεύειν. Ὁ δ’ ἀπελέγετο τὴν κατ’ ἐκείνου στρατείαν συνετῶς ἄγαν· ἐδεδίει γὰρ τὴν βασιλέως κουφότητα καὶ τὴν τῶν περὶ αὐτὸν πονηρίαν ὁμοῦ καὶ τὸν φθόνον, μή ποτε τοῦτον προσπταῖσαι ξυμβαίη κατὰ πολὺ τῆς τῶν Τούρκων δυνάμεως ἐλαττούμενον καὶ οἱ πονηροὶ λαβὴν εὑρόντες διαβάλωσι τοῦτον πρὸς βασιλέα ὡς διὰ τὸ κῆδος προδιδόντα τὴν μάχην. Ὁ βασιλεὺς τοίνυν, ἐπεὶ πολλὰ παρακαλέσας τοῦτον οὐκ ἔπειθεν, ἀγασθεὶς τὸ τούτου στερρὸν τοῦ φρονήματος τὰς δυνάμεις παραδιδόναι τῷ πρωτοβεστιαρίῳ ἐκέλευεν· ἦν δ’ οὗτος ὁ ἐκτομίας Ἰωάννης, πάλαι τούτῳ πρὸ τῆς βασιλείας ὑπηρετῶν· φιλόδοξος δὲ ἦν, εἴπερ τις ἄλλος, καὶ τὸ ἦθος φέρων οὐ στάσιμον.

Νικηφόρος Βρυέννιος, Ύλη Ιστορίας, Gautier, P. (επιμ.), Nicéphore Bryennios, Histoire (Corpus Fontium Historiae Byzantinae 9, Bruxelles 1975), σελ. 301, 1-24.

Αναφορά σε συγγενή του Βοτανειάτη στο ιστορικό έργο της Άννας Κομνηνής:
ἐπεὶ γὰρ ὁ βασιλεὺς τεκνογονεῖν διὰ τὸ γῆρας οὐκ επεφύκει, δεδιὼς δὲ καὶ τὸ ἄφυκτον τῆς τοῦ θανάτου τομῆς, περὶ τοῦ διαδεξομένου διεσκοπεῖτο. ἦν δὲ τηνικαῦτα Συναδηνὸς τίς ἐξ ἀνατολῶν ὁρμώμενος, ἐκ γένους λαμπροῦ, τὸ εἶδος ὡραῖος, τὴν φρένα βαθύς, ῥωμαλέος τὴν χεῖρα, τὴν ἡλικίαν ἐς μειράκιον παραγγέλλων καὶ ἄλλως δὲ προσήκων αὐτῷ κατὰ γένος· τῶν ἄλλων μᾶλλον ἐσκέπτετο διάδοχον αὐτὸν τῆς βασιλείας καταλιπεῖν, καθάπέρ τινα πάτριον κλῆρον τὸ κράτος αὐτῷ διδούς, κακῶς βουλευόμενος.

Άννα Κομνηνή, Αλεξιάς, Reinsch, D.R. – Kambylis, A. (επιμ.), Annae Comnenae Alexias (Corpus Fontium Historiae Byzantinae 40, Berlin – New York 2001), σελ. 57, 75-82.

Χρονογράφος της εποχής αναφέρεται στους συγγενικούς δεσμούς μεταξύ Βοτανειατών και Συναδηνών:
Δέδωκε δὲ καὶ τὴν ἀνεψιὰν αὑτοῦ ὁ βασιλεὺς τὴν Συναδηνήν, θυγατέρα οὖσαν Θεοδούλου τοῦ Συναδηνοῦ, τῷ κράλῃ Οὐγγρίας εἰς γυναῖκα, οὗ καὶ τελευτήσαντος αὖθις εἰς τὸ Βυζάντιον ὑπέστρεψε.

Συνεχιστής Ιωάννου Σκυλίτζη, Χρονογραφία, Τσολάκης, Ε. (επιμ.), Η Συνέχεια της Xρονογραφίας του Ιωάννου Σκυλίτζη (Ioannes Skylitzes Continuatus) (Ίδρυμα Μελετών Χερσονήσου του Αίμου 105, Θεσσαλονίκη 1968), σελ. 185, 23-26.

Μνεία του εγγονού του αυτοκράτορα Νικηφόρου Βοτανειάτη από την Άννα Κομνηνή:
ἐπεὶ δὲ ἡ μήτηρ τῶν Κομνηνῶν, ἡ Δαλασσηνὴ Ἄννα, γαμβρὸν ἔφθασεν εἰσποιήσασθαι ἐπὶ τῇ θυγατρὶ Μανουὴλ τοῦ πρωτοτόκου τῶν υἱῶν αὐτῆς τὸν τοῦ Βοτανειάτου ἔγγονον, πτοηθεῖσα μὴ ὁ παιδαγωγὸς αὐτοῦ γνοὺς τὴν ἐπιβουλὴν προσαγγείλῃ τῷ βασιλεῖ, βουλὴν ἀρίστην βουλεύεται.

Άννα Κομνηνή, Αλεξιάς, Reinsch, D.R. – Kambylis, A. (επιμ.), Annae Comnenae Alexias (Corpus Fontium Historiae Byzantinae 40, Berlin – New York 2001), σελ. 65, 13-17.

Η Άννα Κομνηνή αναφέρεται στην πτώση του Νικηφόρου Βοτανειάτη και την κουρά του ως μοναχού (1081):
Οἱ δὲ Κομνηνοὶ τὰ βασίλεια καταλαβόντες παραχρῆμα τὸν ἐπ’ ἀνεψιᾷ γαμβρὸν αὐτῶν Μιχαήλ, ὃς ἐν ὑστέροις καιροῖς λογοθέτης τῶν σεκρέτων ἐχρημάτισε, πέμπουσι πρὸς αὐτόν. ὁ δὲ ἀπελθὼν μετὰ τοῦ τηνικαῦτα ἐπάρχου (ὁ ῾Ραδηνὸς δὲ οὗτος ἦν) εἰσαγαγὼν τὸν βασιλέα εἰς ἀκάτιόν τι μικρὸν ἀπέρχεται μετ’ αὐτοῦ εἰς τὴν τῆς Περιβλέπτου περιώνυμον μονήν· εἶτα τὸ μοναδικὸν αὐτῷ ἄμφω προτρέπονται ἀμφιάσασθαι σχῆμα. τοῦ δὲ ἐς νέωτα τοῦτο ὑπερτιθεμένου οὗτοι δεδιότες ἔτι ἐν συγχύσει καὶ ἀταξίᾳ τῶν πραγμάτων ὄντων, μή τι ἀπὸ τοῦ μέρους τῶν δούλων ἐκείνων καὶ τῶν ἐκ τοῦ Χώματος αὖθις νεωτερισθῇ, κατηπειγμένως τὴν τῶν τριχῶν ἀποκοπὴν αὐτῷ συνεβούλευον· καὶ πείθεται τούτοις καὶ τοῦ ἀγγελικοῦ τηνικαῦτα ἀξιοῦται σχήματος. οἷα τὰ τῆς τύχης· ὑψοῦ μὲν αἴρει τὸν ἀνθρώπινον βίον, ὅτε ἐπιμειδιᾶν αὐτῷ θελήσειε, καὶ διάδημα βασιλικὸν αὐτῷ περιτίθησι καὶ περιπορφύρει τὰ πέδιλα, ἐπὰν δὲ τὰς ὀφρῦς τούτοις ἐπισυνάξῃ, ἀντὶ τῆς πορφυρίδος καὶ τῶν στεμμάτων τὰ μέλανα ῥάκη καταμφιέννυσιν. ὅπερ δὴ καὶ τῷ βασιλεῖ Βοτανειάτῃ ξυμβέβηκεν. ἐρωτηθεὶς δὲ παρά του τῶν συνήθων, εἰ εὐφόρως τὴν μεταβολὴν φέρει, φησίν· “ἡ τοῦ κρέως με μόνον ἀποχὴ ἀνιᾷ, τῶν δ’ ἄλλων ὀλίγη μοι ἡ φροντίς”.

Άννα Κομνηνή, Αλεξιάς, Reinsch, D.R. – Kambylis, A. (επιμ.), Annae Comnenae Alexias (Corpus Fontium Historiae Byzantinae 40, Berlin – New York 2001), σελ. 87, 2-19.

 
 
 
 
 

Δελτίο λήμματος

 
press image to open photo library
 

>>>