Το προοίμιο του Ωροσκόπιου Τραπεζούντος
Ἦρξε σὺν Θεῷ ὁ ςωμδ [1336] χρόνος. Θαρροῦντες γοῦν εἰς τὴν ἄφατον τοῦ Θεοῦ μακροθυμίαν καὶ πολὺ ἔλεος προγράφομεν τὰ ἐσόμενα ἐν τῷ παρόντι ἐνιαυτῷ. Καλῶς τοίνυν καὶ θεαρέστως ἔσεται ἐν πᾶσι τοῖς χριστιανοῖς μάλιστα τῷ ἀγίῳ ἡμῶν αὐθέντῃ καὶ βασιλεῖ σὺν τῇ εὐσεβεστάτῃ δεσποίνῃ καὶ παντὶ τῷ θεοφρουρήτῳ παλατίῳ καὶ τῷ στρατῷ ἅμα τῷ μεγαλοϋπερόχῳ ἄρχοντι τοῦ κραταιοῦ καὶ ἁγίου ἡμῶν αὐθέντου καὶ βασιλέως, τοῦ μεγάλου Κομνηνοῦ, καὶ πρωτονοταρίῳ καὶ πρωτοβεστιαρίῳ κυρῷ Κωνσταντίνῳ τῷ Λουκίτῃ ὃν καὶ οὓς διαφυλάξοι Κύριος ὁ Θεὸς καὶ περιφρουρήσει ὁ ποιητὴς χρόνων καὶ βασιλέων εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
Λάμπρου Σπ., «Τραπεζουντιακόν ωροσκόπιον του έτους 1336», Νέος Ελληνομνήμων 13 (1916), σελ. 38.