a) The conventus of Synada in the Roman years
“Alter conventus a Synnade accepit nomen; conveniunt Lycaones, Appiani, Corpeni, Dorylaei, Midaei, Iulienses et reliqui ignobiles populi XV”
Pliny, Natural History, ed. Rackham, H., vol. 2 (s.l. 1942; repr. Cambridge Mass., London 1969), ch. V, p. 105.
b) Synada and the quarry of Dokimion
“Ὑπὲρ δὲ τῆς Ἐπικτήτου πρὸς νότον ἐστὶν ἡ μεγάλη Φρυγία, λείπουσα ἐν ἀριστερᾷ τὴν Πεσσινοῦντα καὶ τὰ περὶ Ὀρκαόρκους καὶ Λυκαονίαν, ἐν δεξιᾷ δὲ Μαίονας καὶ Λυδοὺς καὶ Κάρας∙ ἐν ἥν ἔστιν τε Παρώρειος λεγομένη Φρυγία καὶ ἡ πρὸς Πισιδίαν καὶ τὰ περὶ Ἀμόριον καὶ Εὐμένειαν καὶ Σύνναδα, εἴτα Ἀπάμεια ἡ Κιβωτός λεγομένη καὶ Λαοδίκεια, αἵπερ εἰσὶ μέγισται τῶν κατὰ τὴν Φρυγίαν πόλεων∙ περίκειται δὲ ταὺταις πολίσματα καὶ ... .... Ἀφροδισιᾶς, Κολοσσαὶ, Θεμισώνιον, Σαναὸς, Μητρόπολις, Ἀπολλωνιᾶς∙ ἔτι δὲ ἀπωτέρω τούτων Πέλται, Τάβαι, Εὐκαρπία, Λυσιᾶς ... ... Σύνναδα δ’ ἐστὶν οὐ μεγάλη πόλις∙ πρόκειται δ’ αὐτῆς ἐλαιόφυτον πεδίον ὅσον ἑξήκοντα σταδίων∙ ἐπέκεινα δ’ ἐστὶ Δοκιμία κώμη, καὶ τὸ λατόμιον Συνναδικοῦ λίθου (οὕτω μέν Ῥωμαῖοι καλοῦσιν, οἱ δ’ ἐπιχώριοι Δοκιμίτην καὶ Δοκιμαῖον), κατ’ ἀρχὰς μὲν μικροὺς βώλους ἐκδιδόντος τοῦ μετάλλου, διὰ δὲ τὴν νυνὶ πολυτέλειαν τῶν Ῥωμαίων κίονες ἑξαιροῦνται μονόλιθοι μεγάλοι, πλησιάζοντες τῷ ἀλαβαστρίτῃ λίθῳ κατὰ τὴν ποικιλίαν∙ ὥστε, καῖπερ πολλῆς οὒσης τῆς ἀπὸ θάλατταν ἀγωγῆς τῶν τηλικούτων φορτίων, ὅμως καὶ κίονες καὶ αἱ πλάκες εἰς Ῥώμην κομίζονται θαυμασταὶ κατὰ τὸ μέγεθος καὶ κάλλος.”
Strabo, The Geography of Strabo, ed. Jones, H.L., vol. 5 (s.l. 1928; repr. London, Cambridge Mass. 1969), XII, 8, 13‑14.
c) The mythical hero Akamas founds Synada, as described by Stephanus Byzantius in the Early Byzantine period
“Σύνναδα, πόλις Φρυγίας∙ ... καὶ Δοκίμεια κώμη ἐπέκεινα αὐτῆς...∙ οἱ δ’ ἐπιχώριοι Δοκιμῖτιν καὶ Δοκιμαίαν∙\. Λέγουσι δὲ Ἀκάμαντα μετὰ τὰ Τρωϊκὰ ἀποπλανηθέντα ἐλθεῖν εἰς Φρυγίαν καὶ καταλαβεῖν πολιορκούμενον τὸν τῶν τόπων δυνάστην καὶ βοηθήσαντα αὐτῷ λαβεῖν χώραν καὶ κτῖσαι πόλιν∙ συναθροίσαντα δὲ πολλοὺς οἰκήτορας τῶν ἀπὸ τῆς Ἑλλάδος Μακεδόνων κατὰ τὴν Ἀσίαν, τὸ μὲν πρῶτον αὐτὴν ἀπὸ τῆς συναγωγῆς καὶ συνοικήσεως Σύνναια προσαγοῦρεσαι, μετὰ δέ ταῦτα παρεφθαρμένως ὑπὸ τῶν πλησιοχώρων Σύνναδα κληθῇναι. Ὁ πολίτης Συνναδεὺς. Οὕτω γὰρ καὶ ἀπὸ τοῦ παρόντος λέγεται”
Stephanos Byzantinii [ie. Stephani Byzantii] Stephani Byzantinii Ethicorum quae supersunt, ed. Meineke, A. (Berlin 1849; repr. Chicago, Illinois 1992), p. 592, lines 3‑13.
d) The Arabs are defeated by the Byzantines at Akroinon and rally their forces at Synada (740 AD)
“Τούτῳ τῷ ἔτει μηνὶ Μαΐω ἰνδικτιῶνος ηʹ ἐπεστράτευσε Σουλεϊμᾶν τὴν Ῥωμανίαν ἐν μυριᾶσιν θʹ, στρατηγοῖς τε δ’, ὧν Γάμερ ἡγεῖτο λοχίζων ἐν μυρίοις μονοζώνοις τὰ τῆς Ἀσιάτιδος γῆς μέρη, καὶ τούτου ἐχόμενοι Μελὶχ καὶ Βατὰλ ἐν δισμυρίοις ἰππεῦσι περὶ τὸν Ἀκροϊνόν∙ καὶ μετὰ τούτους Σουλεϊμᾶν ἐν ἐξακισμυρίοις περὶ τὴν τῶν Καππαδόκων Τύανον. Ἀλλ’ οἱ μὲν κατὰ τὴν Ἀσίαν καὶ Καππαδοκίαν πολλὴν ἅλωσιν ἀνδρῶν καὶ γυναικῶν καὶ κτηνῶν ποιησάμενοι ἀβλαβεῖς ἀνέστρεψαν, οἱ δὲ περὶ τὸν Μελὶχ καὶ Βατὰλ ἐν τῷ Ἀκροϊνῷ καταπολεμηθέντες ὑπὸ Λέοντος καὶ Κωνσταντίνου ἠττῄθησαν. Καὶ οἱ μὲν πλείους ὅπλοις ὢλοντο σὺν τοῖς δυσὶν ἄρχουσιν∙ ὀκτακόσιοι δὲ ποὺ μαχηταὶ ἐξ αὐτῶν πρὸς ἕξ χιλιάδας ἐνστᾶντες εἰς Σύναδα καταφεύγουσι καὶ διασωθέντες συνήφθησαν τῷ Σουλεϊμᾷν καὶ ἀνέκαμψαν εἰς Συρίαν. Τῷ δ’ αὐτῷ ἔτει καὶ κατὰ τὴν Ἀφρικὴν πολλοὶ παρ’ αὐτῶν ὢλοντο σὺν τῷ στρατηγοῦντι ὀνόματι Δαμασκηνῷ”
Theophanis Chronographia, ed. de Boor, C., vol. 1 (Lipsiae 1883), p. 411.14‑28.
e) From a letter of the metropolitan of Synada, Leo, to Emperor Basil II (976‑1025)
“.…Ἔλαιον γὰρ oὐ γεωργοῦμεν∙ τοῦτο κοινὸν τοῖς Ἀνατολικοῖς ἔχομε πᾶσι∙ οἶνον ἡ κάθ’ ἡμᾶς οὐ δίδωσιν, ὑψηλῆς καὶ ταχινῆς λαχοῦσα τῆς θέσεως∙ ἀντὶ ξύλου τῷ ζαρζάκῳ χρώμεθα, ὅπερ ἐστὶν ἐπιμελείας ἐξιωθεῖσα κόπρος, πρᾶγμα καὶ ἀτιμότατον καὶ δυσωδέστατον∙ τὰ γὰρ ἄλλα ὅσα νοσοῦσιν ἤ ὑγιαίνουσιν εἰσὶν ἐπιτήδεια ἀπὸ τοῦ Θρακησίου καὶ τῆς Ἀτταλείας καὶ αὐτῆς τῆς βασιλευούσης ἐρανιζόμεθα...Κρίνον οὖν με μετὰ διακρίσεως καὶ μὴ συγκρίνῃς τοῖς πάντα ἔχουσιν, ἅ οὐκ ἔχομεν, μηδὲ ὁ μέγας σου νοῦς καὶ βασιλικώτατος καὶ διακριτικώτατος ἀλόγως ζῆν ἐάσῃ μὲ κριθῇ τρεφόμενον καὶ χόρτῳ καὶ ἀχύροις∙ οὐδὲ γὰρ σιτοφόρος ἡ τῶν Συνάδων χώρα, ἀλλὰ κριθοφόρος μόνον...”
Épistoliers byzantins du Xe siècle, ed. Darrouzès, J. (Paris 1960), pp. 198‑199 (no. 43).