Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία ΙΔΡΥΜΑ ΜΕΙΖΟΝΟΣ ΕΛΛΗΝΙΣΜΟΥ
z
 
 
 
 
 
 
 
 
 
Αναζήτηση με το γράμμα ΑΑναζήτηση με το γράμμα ΒΑναζήτηση με το γράμμα ΓΑναζήτηση με το γράμμα ΔΑναζήτηση με το γράμμα ΕΑναζήτηση με το γράμμα ΖΑναζήτηση με το γράμμα ΗΑναζήτηση με το γράμμα ΘΑναζήτηση με το γράμμα ΙΑναζήτηση με το γράμμα ΚΑναζήτηση με το γράμμα ΛΑναζήτηση με το γράμμα ΜΑναζήτηση με το γράμμα ΝΑναζήτηση με το γράμμα ΞΑναζήτηση με το γράμμα ΟΑναζήτηση με το γράμμα ΠΑναζήτηση με το γράμμα ΡΑναζήτηση με το γράμμα ΣΑναζήτηση με το γράμμα ΤΑναζήτηση με το γράμμα ΥΑναζήτηση με το γράμμα ΦΑναζήτηση με το γράμμα ΧΑναζήτηση με το γράμμα ΨΑναζήτηση με το γράμμα Ω

Seventh Ecumenical Council of Nicaea, 787

Συγγραφή : Moutafov Emmanuel (28/11/2003)
Μετάφραση : Panou Eirini

Για παραπομπή: Moutafov Emmanuel, "Seventh Ecumenical Council of Nicaea, 787",
Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία
URL: <http://www.ehw.gr/l.aspx?id=10314>

Σύνοδος Ζ΄ Οικουμενική Νικαίας, 787 (14/9/2010 v.1) Seventh Ecumenical Council of Nicaea, 787 (21/2/2006 v.1) 

Παραθέματα

 

The Byzantine chronographer Theophanes describes the first, unsuccessful, attempt of the empress Eirene to convene an Ecumenical Council:

Τῷ δ’ αὐτῷ ἔτει ἀποστείλαντες οἱ βασιλεῖς προσεκαλέσαντο πάντας τοὺς ὑπὸ τὴν ἐξουσίαν αὐτῶν ἐπισκόπους, καταλαβόντων καὶ τῶν ἀπὸ τῆς ῾Ρώμης πεμφθέντων ὑπὸ τοῦ πάπα Ἀδριανοῦ γραμμάτων τε καὶ ἀνθρώπων, ὡς προέφημεν, καὶ τοῦ Ἀντιοχείας καὶ Ἀλεξανδρείας. καὶ τῇ ζ’ τοῦ Αὐγούστου μηνὸς τῆς θ’ ἰνδικτιῶνος προκαθίσαντες ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων ἐν τῇ βασιλίδι πόλει ἤρξαντο τὰς ἁγίας γραφὰς ὑπαναγινώσκειν καὶ ἀντιβάλλειν πρὸς ἀλλήλους, τῶν βασιλέων ἐν τοῖς κατηχουμένοις ὁρώντων. ὁ δὲ λαὸς τῶν σχολαρίων τε καὶ ἐκσκουβιτόρων καὶ τῶν λοιπῶν ταγμάτων ὑποβληθεὶς ἐκ τῶν οἰκείων ἀρχόντων, ἔχοντες καὶ τὴν διδασκαλίαν τοῦ πονηροῦ αὐτῶν διδασκάλου, γυμνώσαντες τὰ ξίφη ἐπῆλθον αὐτοῖς, ἀπειλοῦντες θανατοῦν τόν τε ἀρχιερέα καὶ τοὺς ὀρθοδόξους ἐπισκόπους τε καὶ ἡγουμένους. τῆς δὲ βασιλείας διὰ τῶν παρεστώτων αὐτῇ οἰκειακῶν ἀνθρώπων ἀναστέλλειν τούτους πειρωμένης, οὐκ ἐπείσθησαν, ἀλλ’ ἢ μᾶλλον προσητίμασαν. ἐγερθέντος δὲ τοῦ πατριάρχου καὶ ἐν τῷ βήματι εἰσελθόντος μετὰ τῶν ὀρθοδόξων ἐπισκόπων τε καὶ μοναχῶν, οἱ τοῦ πονηροῦ φρονήματος αὐτῶν ὄντες ἐπίσκοποι ἐξῆλθον πρὸς αὐτοὺς βοῶντες τό, «νενικήκαμεν». καὶ τοῦ θεοῦ τῇ χάριτι οὐδένα ἠδίκησαν οἱ μανιώδεις ἐκεῖνοι καὶ ἀπάνθρωποι, καὶ οὕτω διαλυθείσης τῆς συνόδου ἀπῆλθεν ἕκαστος εἰς τὰ ἴδια.

Θεοφάνης, Χρονογραφία, de Boor, C. (ed.), Theophanis Chronographia (Leipzig 1883), pp. 461.12-462.3.

Eirene's measures against the Iconoclast soldiers, as being narrated by Theophanes:

Τούτῳ τῷ ἔτει ἀποστείλασα ἡ βασίλισσα Σταυράκιον τὸν πατρίκιον καὶ λογοθέτην ἐν τῇ Θρᾴκῃ τῷ Σεπτεμβρίῳ μηνί, ἀρχῇ τῆς <ι’> ἰνδικτιῶνος, πρὸς τὰ περατικὰ θέματα ἐκεῖσε τηνικαῦτα ὄντα, ἔπεισεν αὐτοὺς συνεργῆσαι αὐτῇ καὶ ἐξεῶσαι τῆς πόλεως τὸν δυσσεβῆ λαόν, ὃν ὁ ἀλάστωρ Κωνσταντῖνος ἐστράτευσέ τε καὶ ἐπαίδευσεν. καὶ πλασαμένη φωσατεύειν μέλλειν ἐπὶ τὰ ἀνατολικὰ μέρη, ὡς τῶν Ἀράβων ἐξελθόντων, ἐξῆλθε πᾶσα ἡ βασιλικὴ ὑπουργία καὶ ἡ κόρτη ἕως τῶν Μαλαγίνων. καὶ εἰσελθόντες οἱ τῶν ἔξω θεμάτων ἐκράτησαν τὴν πόλιν. ἀποστείλασα δὲ πρὸς αὐτοὺς δηλοῖ αὐτοῖς, ὅτι «πέμψατέ μοι τὰ ἄρματα ὑμῶν, χρείαν γὰρ ὑμῶν οὐκ ἔχω». οἱ δὲ ὑπὸ θεοῦ ματαιωθέντες ἔδωκαν αὐτά. τότε βαλοῦσα τὰς φαμιλίας αὐτῶν ἐν πλοίοις ἐξώρισεν αὐτοὺς τῆς πόλεως, κελεύσασα ἐν τῇ ἰδίᾳ χώρᾳ ἕκαστον ἀπελθεῖν, ἐν ᾗ ἐγεννήθη. καὶ ποιήσασα στρατὸν ἴδιον καὶ ἄρχοντας πειθηνίους αὐτῇ, τῷ Μαΐῳ μηνὶ πάλιν ἀποστείλασα κατὰ παντὸς τόπου προσεκαλέσατο τοὺς ἐπισκόπους παραγενέσθαι ἐν τῇ Νικαέων πόλει τῆς Βιθυνίας πρὸς τὸ ἐκεῖ γενέσθαι τὴν σύνοδον. καὶ διὰ τοῦ καλοκαιρίου ὅλου συνήχθησαν πάντες ἐν Νικαίᾳ. τοὺς δὲ ῾Ρώμης καὶ ἀνατολικοὺς ἐκ προσώπου οὐκ ἦν ἀπολύσασα, ἀλλ’ εἶχεν αὐτούς.

Θεοφάνης, Χρονογραφία, de Boor, C. (ed.), Theophanis Chronographia (Leipzig 1883), p. 462.5-23.

Description of the Seventh Ecumenical Council's proceedings in the chronographic work of Theophanes:

Τούτῳ τῷ ἔτει ἐξῆλθε Ταράσιος, ὁ ἁγιώτατος ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, ἐν τῇ Νικαέων πόλει· καὶ ἐκροτήθη ἡ ἁγία καὶ οἰκουμενικὴ ζ’ σύνοδος τν’ ἐπισκόπων· καὶ ἀπέλαβεν ἡ καθολικὴ ἐκκλησία τὸν ἀρχαῖον κόσμον αὐτῆς, οὐδὲν καινὸν δογματίσασα, ἀλλὰ τὰ τῶν ἁγίων καὶ μακαρίων πατέρων δόγματα ἀσάλευτα φυλάξασα καὶ τὴν νέαν αἵρεσιν ἀποκηρύξασα τούς τε τρεῖς ψευδωνύμους πατριάρχας ἀναθεματίσασα, Ἀναστάσιον, φημί, καὶ Κωνσταντῖνον καὶ Νικήταν καὶ πάντας τοὺς ὁμόφρονας αὐτῶν. ἐγένετο δὲ ἡ πρώτη συνέλευσις καὶ καθέδρα τῶν ἐπισκόπων ἐν τῇ καθολικῇ ἁγίᾳ Σοφίᾳ τῆς Νικαίας μηνὶ Ὀκτωβρίῳ ια’, ἰνδικτιῶνος ια’. καὶ τῷ Νοεμβρίῳ μηνὶ εἰσῆλθον πάντες ἐν τῇ βασιλευούσῃ πόλει· καὶ προκαθίσαντες οἱ βασιλεῖς σὺν τοῖς ἐπισκόποις ἐν τῇ Μαγναύρᾳ, ὑπανεγνώσθη ὁ τόμος, καὶ ὑπέγραψεν ὅ τε βασιλεὺς καὶ ἡ μήτηρ αὐτοῦ κυρώσαντες τὴν εὐσέβειαν καὶ τὰ τῶν ἁγίων πατέρων ἀρχαῖα δόγματα, καὶ φιλοτιμησάμενοι τοὺς ἱερεῖς ἀπέλυσαν. καὶ εἰρήνευσεν ἡ τοῦ θεοῦ ἐκκλησία, εἰ καὶ ὁ ἐχθρὸς τὰ ἑαυτοῦ ζιζάνια ἐν τοῖς ἰδίοις ἐργάταις σπείρειν οὐ παύεται· ἀλλ’ ἡ τοῦ θεοῦ ἐκκλησία πάντοτε πολεμουμένη νικᾷ.

Θεοφάνης, Χρονογραφία, de Boor, C. (ed.), Theophanis Chronographia (Leipzig 1883), pp. 462.27-463.13.

 
 
 
 
 

Δελτίο λήμματος

 
press image to open photo library
 

>>>