A letter of George Babouskomites to his former student John XI Bekkos referring to the latter’s studies
“Τοῦ Βαβουσκωμίτου τῷ Βέκκῳ κὺρ Ἰωάννῃ τῷ ὕστερον χρηματίσαντι πατριάρχῃ Νέας Ρώμης.
† Πανευφυέστατε Ἰωάννη μου. Οἶδας τὴν πρὸς σέ μου διάθεσιν, οἶδας τὸ φίλτρον, οἶδας τὴν ἐξ ἐμοῦ κατὰ λόγον σὴν ἀναγωγήν τε καὶ ἐπιμέλειαν εἰ καὶ ἡμῖν ἐβάσκηνεν ὁ Τελχὶν ἄλλοτε ἄλλας προξενούσας νοσηλείας, περιστάσεις βιωτικάς, λύπας μυρίας καὶ ἑτεράττα ὧν ἐν εἰδήσει γέγονας καὶ αὐτός· ἐπεὶ γοῦν τούτων ἀπαλλαγεὶς τὴν σὴν μετὰ χεῖρας ἐδεξάμην ἐπιστολήν, ἠγαλλιασάμην μὲν οὐ μικρῶς ἡσθεὶς ταῖς ἐν ταύτῃ λογικαῖς σου καὶ χάρισι καὶ ἡδύτησιν· ἀντεπιστέλλω σοι δέ, ὡς, εἴπερ πρὸς ἡμᾶς ἐπαναδράμῃς καθάπερ ἔγραψας, καὶ τὰς καρδιακάς σοι πτυχὰς ὑπανεπτύξομεν καὶ τροφῆς λογικῆς καὶ πόματος ἀφθόνως σοι μεταδώσομεν· ἀφεὶς οὖν τὸ περιπλανᾶσθαι τόπον ἐκ τόπου, κατάλαβε τὴν ἐνεγκαμένην σε καὶ νάματος ἐμφορηθήσῃ καὶ πηγῆς λογικῆς παρ’ ἡμῶν τε αὐτῶν καὶ τῶν οἷς σοφίας μέτεστι πλείονος· εἶτα δύο σοι προκεισομένων τιμῶν, τῆς μὲν ἡδυπαθεστέρας καὶ σωματικωτέρας τῆς κοσμικῆς, τῆς δὲ τραχυτέρας δῆθεν καὶ πνευματικωτέρας τῆς ἐκκλησιαστικῆς, ταῖν δυοῖν ἣν θελήσεις ἑλοῦ, ὡς νῦν γε οὐκ ἀγαθὸς ἐγώ σοι σύμβουλος τοῖς αὐτοῦ πού σε συμπεριπολεῖν μήπω τῆς λογικῆς ἐμφορηθέντα παιδεύσεως· εἰ γὰρ καὶ ἀγαθῇ κοσμούμενος εὐφυΐᾳ ὀξὺς καθέστηκας τὰ ἐς νοῦν, ἀλλ’ αὐτὸ τοῦτο πλείονά σοι τὸ μετὰ ταῦτα παρέξεται μεταμέλειαν ὀνῆσαν οὐδὲν τῶν σοφῶν μαθημάτων καταμελήσαντι· τὸν γοῦν προμηθέα εἰσοικισάμενος πρὸς αὐτοῦ τοῦ λόγου, μὴ καθυβρίσαι θελήσεις τὴν ἐκ Θεοῦ δοθεῖσάν σοι μεγαλοφυΐαν τῇ ἀμαθίᾳ, ἵνα μὴ τὸν ἐπιμηθέα ἐσύστερον σχῇς ἀνόητά σοι μεταμελούμενον, ἀλλ’ ἐπανήκοις ἡμῖν ὁ φίλτατος τάχιον, κορεσθείης τοῦ λόγου, ἐμπλησθείης παιδεύσεως, οὐ μόνον τῆς θύραθεν ἀλλὰ δὴ καὶ τῆς καθ’ ἡμᾶς· πρὸς τούτοις βίῳ λάμψοις ἐπαινετῷ καὶ εἰς ὕψος ἀναχθείης τιμῆς ἀρεσκομένης τῷ κρείττονι, ὡς ἂν καὶ ἡμεῖς ἐπὶ σοι ἐγκαυχώμεθα καί τινος διὰ σὲ ἐπαίνου μετέχοντες καὶ ἐνηδυνόμενοι, ἐπ’ ἄκρων δῆθεν ὀνύχων βαίνωμεν. Ἔῤῥωσο.”
Γεώργιος Βαβουσκωμίτης, Επιστολές, Laurent, V. (ed.), “La correspondance inédite de Georges Babouscomitès”, in Εις μνήμην Σπυρίδωνος Λάμπρου (Athens 1935), p. 5.1‑26.