Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία ΙΔΡΥΜΑ ΜΕΙΖΟΝΟΣ ΕΛΛΗΝΙΣΜΟΥ
z
 
 
 
 
 
 
 
 
 
Αναζήτηση με το γράμμα ΑΑναζήτηση με το γράμμα ΒΑναζήτηση με το γράμμα ΓΑναζήτηση με το γράμμα ΔΑναζήτηση με το γράμμα ΕΑναζήτηση με το γράμμα ΖΑναζήτηση με το γράμμα ΗΑναζήτηση με το γράμμα ΘΑναζήτηση με το γράμμα ΙΑναζήτηση με το γράμμα ΚΑναζήτηση με το γράμμα ΛΑναζήτηση με το γράμμα ΜΑναζήτηση με το γράμμα ΝΑναζήτηση με το γράμμα ΞΑναζήτηση με το γράμμα ΟΑναζήτηση με το γράμμα ΠΑναζήτηση με το γράμμα ΡΑναζήτηση με το γράμμα ΣΑναζήτηση με το γράμμα ΤΑναζήτηση με το γράμμα ΥΑναζήτηση με το γράμμα ΦΑναζήτηση με το γράμμα ΧΑναζήτηση με το γράμμα ΨΑναζήτηση με το γράμμα Ω

Conflicts between Arabs and Byzantines, 7th-10th c., war tactics in Asia Minor

Συγγραφή : Makripoulias Christos (10/10/2003)
Μετάφραση : Chrysanthopoulos Dimitrios

Για παραπομπή: Makripoulias Christos, "Conflicts between Arabs and Byzantines, 7th-10th c., war tactics in Asia Minor",
Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία
URL: <http://www.ehw.gr/l.aspx?id=10071>

Συγκρούσεις Αραβοβυζαντινές στη Μ. Ασία, 7ος-10ος αι., Πολεμική Τακτική  (15/2/2006 v.1) Conflicts between Arabs and Byzantines, 7th-10th c., war tactics in Asia Minor (6/7/2010 v.1) 

Παραθέματα

 

Byzantine historian Theophanes on Arab raids in Byzantine territories:

a. Τούτῳ τῷ ἔτει ἐπεστράτευσαν οἱ Ἄραβες κατὰ ῾Ρωμανίας καὶ πολλοὺς ᾐχμαλώτευσαν καὶ τόπους πλείστους ἠρήμωσαν.

De Boor, C. (ed.), Theophanis Chronographia (Leipzig 1883), p. 348.10-11.

b. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε πάλιν Βουσοὺρ τὴν ῾Ρωμανίαν καὶ ἐλυμήνατο τὰ μέρη Ἑξαπόλεως, καὶ Φαδαλᾶς ἐκεῖ ἐχείμασεν.

De Boor, C. (ed.), Theophanis Chronographia (Leipzig 1883), p. 348.26-27.

c. Τούτῳ τῷ ἔτει ἐπεστράτευσεν Ἀβδελᾶς ῾Ρωμανίαν, καὶ πολιορκήσας Τάραντον καὶ μηδὲν ἀνύσας ὑπέστρεψε καὶ ᾠκοδόμησε τὴν Μομψουεστίαν καὶ ἔθετο ἐν αὐτῇ φύλακας.

De Boor, C. (ed.), Theophanis Chronographia (Leipzig 1883), p. 372.3-4.

Ο χρονογράφος Θεοφάνης περιγράφει τη βυζαντινή αντίδραση στις αραβικές επιδρομές (μέσα 8ου αι.):

Τούτῳ τῷ ἔτει μηνὶ Μαΐῳ ἰνδικτιῶνος η΄ ἐπεστράτευσε Σουλεϊμὰν τήν ῾Ρωμανίαν ἐν μυριάσιν θ΄, στρατηγοῖς τε δ΄, ὧν Γάμερ ἡγεῖτο λοχίζων ἐν μυρίοις μονοζώνοις τὰ τῆς Ἀσιάτιδος γῆς μέρη, καὶ τούτου ἐχόμενοι Μελὶχ καὶ Βατὰλ ἐν δισμυρίοις ἱππεῦσι περὶ τὸν Ἀκροϊνόν· καὶ μετὰ τούτους Σουλεϊμὰν ἐν ἑξακισμυρίοις περὶ τὴν τῶν Καππαδόκων Τύανον. ἀλλ’ οἱ μὲν κατὰ τὴν Ἀσίαν καὶ Καππαδοκίαν πολλὴν ἅλωσιν ἀνδρῶν καὶ γυναικῶν καί κτηνῶν ποιησάμενοι ἀβλαβεῖς ἀνέστρεψαν, οἱ δὲ περὶ τὸν Μελὶχ καί Βατὰλ ἐν τῷ Ἀκροϊνῷ καταπολεμηθέντες ὑπὸ Λέοντος καὶ Κωνσταντίνου ἡττήθησαν. καὶ οἱ μὲν πλείους ὅπλοις ὤλοντο σὺν τοῖς δυσὶν ἄρχουσιν· ὀκτακόσιοι δέ που μαχηταὶ ἐξ αὐτῶν πρὸς ἓξ χιλιάδας ἐνστάντες εἰς Σύναδα καταφεύγουσι καὶ διασωθέντες συνήφθησαν τῷ Σουλεϊμὰν καὶ ἀνέκαμψαν εἰς Συρίαν.

De Boor, C. (ed.), Theophanis Chronographia (Leipzig 1883), p. 411.14-26.

Byzantine tactics against Arab raids, as described by Theophanes:

Τούτῳ τῷ ἔτει θυμωθεὶς ὁ τῶν Ἀράβων ἀρχηγὸς Μαδὶ πέμπει τὸν Ἄσαν μετὰ δυνάμεως πολλῆς Μαυροφόρων τε καὶ τῶν τῆς Συρίας καὶ Μεσοποταμίας, καὶ κατῆλθεν ἕως τοῦ Δορυλαίου. ὁ δὲ βασιλεὺς διετάξατο τοῖς στρατηγοῖς μὴ πολεμῆσαι αὐτοὺς δημόσιον πόλεμον, ἀλλ’ ἀσφαλίσασθαι τὰ κάστρα καὶ λαὸν εἰσενεγκεῖν πρὸς παραφυλακὴν αὐτῶν, ἀπολύσας καὶ ἄρχοντας μεγάλους κατὰ κάστρον, αὐτοὺς δὲ ἐπᾶραι ἐπιλέκτους στρατιώτας ἀνὰ τριῶν χιλιάδων καὶ παρακολουθεῖν αὐτοῖς πρὸς τὸ μὴ σκορπίσαι κοῦρσα καὶ προκαίειν πυρὶ τάς τε νομὰς τῶν ἀλόγων, καὶ εἴ που εὑρίσκοιτο δαπάνη. καθεσθέντων δὲ αὐτῶν ἐν τῷ Δορυλαίῳ ἡμέρας ιε΄ καὶ λειφθέντων αὐτῶν τὰ πρὸς τὴν χρείαν, ἐπτώχευσαν τὰ ἄλογα αὐτῶν· καὶ πολλὴ ἅλωσις ἐγένετο εἰς αὐτά. καὶ ὑποστρέφοντες παρεκάθισαν τὸ Ἀμῶριν ἡμέραν μίαν, καὶ ἰδόντες αὐτὸ ὠχυρωμένον καὶ πολλὴν ἐξόπλισιν ἔχον ὑπέστρεψαν μηδὲν ἀνύσαντες.

De Boor, C. (ed.), Theophanis Chronographia (Leipzig 1883), p. 452.4-17.

An account of the Arab campaign of 782 and the Byzantine reprisals in Theophanes's work:

τοῦ δὲ λαοῦ τῶν ῾Ρωμαίων ἀσχολουμένου ἐν τούτοις, ἐξέρχεται Ἀαρών, υἱὸς Μαδί, μετὰ δυνάμεως καὶ ἐξοπλίσεως ὑπερβαλλούσης ἀπό τε Μαυροφόρων καὶ πάσης Συρίας καὶ Μεσοποταμίας καὶ τῆς ἐρήμου, καὶ ἔρχεται ἕως Χρυσοπόλεως, καταλιπὼν τὸν Βούνουσον πολιορκεῖν τὴν Νακώλειαν καὶ φυλάττειν τὰ νῶτα αὐτοῦ. ἀπέστειλε δὲ καὶ τὸν Βουρνιχὲ εἰς Ἀσίαν μετὰ λ' χιλιάδων, ὃς καὶ πολεμήσας τὸν Λαχανοδράκοντα σὺν τῷ θέματι τῶν Θρακησίων ἐν τόπῳ λεγομένω Δαρηνῷ, καὶ αὐτῶν λ΄ χιλιάδων ὄντων ιε΄ χιλιάδας ἀπέκτεινεν. ἡ δὲ βασίλισσα πέμψασα Ἀντώνιον τὸν δομέστικον σὺν τοῖς τάγμασιν ἐκράτησεν τὴν Βανὴν καὶ ἀπέκλεισεν αὐτούς. προσέφυγε δὲ αὐτοῖς Τατζάτιος, ὁ τῶν Βουκελλαρίων στρατηγός, μίσει τῷ πρὸς Σταυράκιον, τὸν πατρίκιον καὶ λογοθέτην τοῦ δρόμου, τὸν εὐνοῦχον, πρωτεύοντα πάντων τῶν τηνικαῦτα ὄντων καὶ τὰ πάντα διοικοῦντα. καὶ δοὺς αὐτοῖς βουλήν, ᾐτήσαντο εἰρήνην. ἐξελθόντων δὲ ἐπὶ τοῦτο Σταυρακίου καὶ Πέτρου μαγίστρου καὶ Ἀντωνίου δομεστίκου, οὐκ ἠκριβολογήσαντο λόγον λαβεῖν καὶ τέκνα τῶν πρωτευόντων, ἀλλὰ ἀσκόπως ἐξελθόντες ἐκρατήθησαν ὑπ’ αὐτῶν καὶ ἐπεδήθησαν, καὶ ἐβιάσθησαν ἀμφότερα τὰ μέρη τοῦ ποιῆσαι εἰρήνην· καὶ ἐδωρήσαντο ἀλλήλοις ἥ τε Αὐγούστα καὶ ὁ Ἀαρὼν ξένια πολλά, στοιχήσαντες καὶ <φόρους> κατὰ καιρὸν τελεῖν αὐτοῖς· καὶ γενομένης εἰρήνης ἀνεχώρησαν ἀφήσαντες καὶ τὸ κάστρον Νακωλείας. ἐπῆρε δὲ καὶ ὁ Τατζάτης τὴν γυναῖκα ἑαυτοῦ καὶ πᾶσαν ὑπόστασιν.

De Boor, C. (ed.), Theophanis Chronographia (Leipzig 1883), p. 456.2-23.

An Arab raid in 788, according to Theophanes:

Τούτῳ τῷ ἔτει ἐξῆλθεν κοῦρσον τῶν Ἀράβων κατὰ ῾Ρωμανίας μηνὶ Σεπτεμβρίῳ, καὶ εἰσῆλθεν εἰς τὸ τῶν ἀνατολικῶν θέμα, εἰς τόπον λεγόμενον Κοπιδνάδον. καὶ ἐπισυναχθέντες οἱ τῶν ῾Ρωμαίων στρατηγοὶ ἐπολέμησαν μετ’ αὐτῶν, καὶ ἡττήθησαν, καὶ ἀπέθανον πολλοί, καὶ ἐκ τῶν ἐξορισθέντων δὲ σχολαρίων οὐκ ὀλίγοι. ἔπεσε δὲ καὶ Διογένης, ὁ τῶν ἀνατολικῶν τουρμάρχης ἱκανός, καὶ τοῦ Ὀψικίου ἄρχοντες.

De Boor, C. (ed.), Theophanis Chronographia (Leipzig 1883), p. 463.15-21.

Leo Deacon describes Leo Phokas's strategy before the battle of Andrassos (960):

τοῦτον τὸν στρατηγὸν Λέοντα ῾Ρωμανὸς ὁ αὐτοκράτωρ εἰς τὴν Ἀσίαν διεβιβάσατο, εἴ πως ἀλλὰ τάς τε τῶν βαρβάρων ἐπιδρομὰς ἀναστείλειε, καὶ τὰς ἀναίδην τολμωμένας ἀναχαιτίσοι ἐπαγωγάς. ὁ δὲ στρατηγὸς, ἐπεὶ τῆς Εὐρώπης ἀπάρας τὴν Ἀσίαν κατείληφε, καὶ τὸ αὔθαδες καὶ ἀτέραμνον τοῦ Χαμβδᾶν ἠνωτίζετο, καὶ νεὼς καὶ κώμας πεπυρπολημένας ἑώρα, καὶ φρουρίων κατασκαφὰς, ἐρημίαν τε τῶν κατοίκων καὶ βιαίαν ἀπαγωγὴν, ἔγνω, μὴ ἐς προῦπτον κίνδυνον ἐνιέναι τὴν στρατιὰν, μηδὲ τῷ βαρβαρικῷ εἰς τοὐμφανὲς ἀντιπαρατάττεσθαι πλήθει, πολλὰς μὲν ἐπανῃρημένῳ νίκας, ταῖς δὲ παρ’ ἐλπίδα γαυριῶντι τύχαις, μυριανθρώπους τε καὶ ἐς τὸ ἀκριβὲς καθωπλισμένας ἐπιφερομένῳ τὰς φάλαγγας· καὶ μάλιστα εὐαρίθμητόν τε τὴν στρατιὰν καὶ οὐκ ἀξιόχρεων αὐτὸς ἐπαγόμενος, κατεπτηχυῖάν τε τὰς τῶν Ἀγαρηνῶν εὐημερίας καὶ τὰ καθ’ ἑκάστην τρόπαια· κατειληφέναι δὲ μᾶλλον τὰ ἐπικαιρότατα καὶ κρημνώδη τῶν χώρων καὶ προλοχίζειν κατὰ ταῦτα, καὶ τὰς διεξόδους ὑποτηρεῖν· ὑπαντιάζειν τε τοῖς βαρβάροις ἐν τοῖς ἐπισφαλέσι καὶ ἀμφιταλάντοις τῶν ἀταρπιτῶν, καὶ καρτερῶς ἀγωνίζεσθαι, ὁπηνίκα καὶ διοδεύοιεν.

Hase, C.B. (ed.), Leonis Diaconi Caloensis historiae libri decem (Bonn 1828), pp. 19.12-20.7.

Byzantine war tactics described in the 10th-C. Byzantine military manual De velitatione bellica:

a. Byzantine scouting networks in Arab borderland:


Τοὺς τῶν μεγάλων ἀκριτικῶν θεμάτων τὴν πρόνοιαν ἀναδεχομένους, καὶ ὑπὸ τὴν αὑτῶν ἐπικράτειαν τὰς κλεισούρας ἔχοντας, πάσῃ μηχανῇ καὶ προθέσει καὶ ἀγρύπνῳ ἐπιμελείᾳ προσήκει σπουδάζειν καὶ ἀγωνίζεσθαι τὰς τῶν ῾Ρωμαίων χώρας διαφυλάττειν τῆς τῶν πολεμίων ἐπιδρομῆς ἀσινεῖς καὶ ἀνεπηρεάστους, βιγλάτορας ἐφιστῶντας ῥωμαλέους καὶ ἐπιτηδείους, καὶ τὰς ὁδοὺς εἰς ἄκρον ἐπισταμένους. καὶ εἰ μὲν ὄρη εἰσὶν ὑψηλὰ καὶ δύσβατα διορίζοντα τὴν πολεμίαν, ἐν τούτοις τὰς βίγλας ἵστασθαι· ἀπέχειν δὲ τὰς στάσεις διὰ τῶν βιγλατόρων ἄχρι μιλίων γ΄ ἢ δ΄. καὶ ἡνίκα τοὺς ἐχθροὺς ἐξερχομένους θεάσονται, δρομαίως ἀπέρχεσθαι εἰς τὸ ἕτερον στασίδιον καὶ ἀπαγγέλλειν ἃ ἐθεάσαντο, κἀκείνους πάλιν πρὸς τὸ ἕτερον στασίδιον σπουδῇ πολλῇ· καὶ οὕτω καθεξῆς μηνύεσθαι τὰ τῶν καβαλλαρίων στασίδια εἰς τοὺς ἐφωμάλους τόπους ἱστάμενα, καὶ δι’ αὐτῶν ἀναμανθάνειν τὸν στρατηγὸν τὴν τῶν ἐθνῶν ἔφοδον.

De velitatione bellica, Dennis, G.T. (ed.), Three Byzantine Military Treatises (Corpus Fontium Historiae Byzantinae 25, Washington 1985), p. 1.4-17.

b. The use of smoke signals by the Byzantines:

Ἀναγκαία δὲ ἡ τῶν καμινοβιγλατόρων ὑπάρχει ὠφέλεια. καὶ χρὴ τὸν στρατηγὸν καὶ τούτων πολλὴν ποιεῖσθαι τὴν ἐπιμέλειαν, καὶ ἐν ἐπιτηδείοις τόποις ἐφιστᾶν τὰ καμινοβίγλια· ὅπως, ἡνίκα κίνησις τῶν ἐχθρῶν γένηται, καὶ οἱ βιγλάτορες ταύτης αἴσθωνται διὰ τῶν καμινοβίγλων, καὶ ὁ στρατηγὸς τὴν ἐξέλευσιν τῶν ἐχθρῶν προγινώσκῃ, καὶ ποίαν ὁδὸν ἐξελθεῖν μέλλωσι, καὶ αἱ χῶραι δι’ αὐτῶν τε καὶ τῶν ἐκσπηλατόρων καταμηνυόμεναι, τοῖς ὀχυρώμασι καταφεύγωσι καὶ τὰ τούτων θρέμματα.

De velitatione bellica, Dennis, G.T. (ed.), Three Byzantine Military Treatises (Corpus Fontium Historiae Byzantinae 25, Washington 1985), p. 2.3-10.

c. Ways of confronting the Arab raids:

Ἀναδιδασκόμενος δὲ ὁ στρατηγὸς τὰς τῶν ἐχθρῶν κινήσεις, ὀφείλει καὶ αὐτὸς τὸν ἴδιον λαὸν ἐπισυνάγειν καὶ ἐξοπλίζειν, καὶ πρὸς τὰς ἄκρας παραγίνεσθαι, καὶ τὸ πεζικὸν ἅπαν ἐπισυνάγειν πρὸς τὴν ὁδὸν, καθ’ ἣν ὁρμήσουσιν οἱ πολέμιοι ἐξελθεῖν. καὶ εἰ μὲν μετ’ ὀλίγης δυνάμεως τοὺς ἐχθροὺς ἐξέρχεσθαι ἀναμάθῃ, σπευσάτω προσυπαντῆσαι αὐτοῖς, καὶ καταπολεμῆσαι μετὰ τοῦ πεζικοῦ λαοῦ καὶ τῶν ἱππέων, εἴ γε τὸ τῶν πεζῶν στράτευμα συναγαγεῖν καὶ συστῆσαι δεδύνηται.

De velitatione bellica, Dennis, G.T. (ed.), Three Byzantine Military Treatises (Corpus Fontium Historiae Byzantinae 25, Washington 1985), p. 3.4-11.

d. Tactics used by the Byzantines along the eastern border:

Χρὴ δὲ καὶ τοῦτο διὰ σκοποῦ καὶ μελέτης ἔχειν τὸν στρατηγόν, καὶ πᾶσαν σπουδὴν τίθεσθαι, λάθρα καὶ ἀδοκήτως, εἰ οἷόν τε, τὰς τῶν ἐχθρῶν ἐπιθέσεις ποιεῖσθαι. τοῦ γὰρ τοιούτου ἐπιτηδεύματος τυγχάνων ὁ στρατηγὸς καὶ μετ’ ὀλιγοστοῦ λαοῦ πολλοὺς τῶν πολεμίων κατατροπώσεται.

De velitatione bellica, Dennis, G.T. (ed.), Three Byzantine Military Treatises (Corpus Fontium Historiae Byzantinae 25, Washington 1985), p. 4.5-9.

e. How the Arab raids were organized:

Παρασκευὴν δὲ καὶ κίνησιν μεγάλου φοσσάτου ἀκούων, ἐν ᾧ καιρῷ μάλιστα εἴωθει τὰ μεγάλα συναθρίζεσθαι φοσσάτα, ἤγουν τῷ Αὐγούστῳ μηνί. ἐν γὰρ τῷ τοιούτῳ καιρῷ ἀπό τε Αἰγύπτου, Παλαιστίνης τε καὶ Φοινίκης, καὶ τῆς Κοίλης Συρίας, πλήθη ἀνήρχοντο ἐν Κιλικίᾳ, καὶ ἐν ταῖς χώραις Ἀντιοχείας, τοῦ Χάλεπε, καὶ προσλαμβάνοντες καὶ Ἄραβες τῷ Σεπτεμβρίῳ μηνὶ τὴν κατὰ ῾Ρωμαίων ἐποιοῦντο ἐξέλευσιν.

De velitatione bellica, Dennis, G.T. (ed.), Three Byzantine Military Treatises (Corpus Fontium Historiae Byzantinae 25, Washington 1985), p. 7.4-10.

f. The passages through the borders used by the Arab raiders:

Ὑποστρεφόντων δὲ τῶν πολεμίων καὶ τὴν ἰδίαν ἐπειγομένων καταλήψεσθαι, δέον τὰς πεζικὰς δυνάμεις πρὸς τὰς κλεισούρας προαποστεῖλαι, καὶ τὰς ὁδούς, δι’ ὧν μέλλουσι διελθεῖν, κατασχεῖν. δι’ οἵας γὰρ ὁδοῦ διελθεῖν βουληθῶσιν, ἀπό τε τῶν ἐν Σελευκείᾳ κλεισουρῶν καὶ τοῦ τῶν Ἀνατολικῶν θέματος, καθὰ τὰ Ταυρικὰ ὄρη τήν τε Κιλικίαν διορίζουσι, Καππαδοκίαν τε καὶ Λυκαντόν· πρὸς τούτοις καὶ τὰ παρακείμενα Γερμανίκειάν τε καὶ Ἀδατᾶν, καὶ τὸ Καησοῦν καὶ τοῦ Δανουθᾶ, Μελιτήνην τε καὶ τὰ Καλούδια· καὶ τὰ πέραθεν τοῦ Εὐφράτου ποταμοῦ διορίζοντα τήν τε τοῦ Χανζῆτι λεγομένην χώραν καὶ τὴν πολεμίαν ἄχρι ῾Ρωμανουπόλεως. ἐν ὅλοις τοῖς τοιούτοις θέμασι, δι’ οἵας ἄν ὁδοῦ ὑποστρέφοντες διελθεῖν πρὸς τὴν ἰδίαν βουληθῶσιν, ἀδιστάκτως τῇ τοῦ Θεοῦ βοηθείᾳ τὸν κατ’ αὐτῶν ἐπείχθητι διαθέσθαι πόλεμον, καὶ τὴν νικῶσαν εὑρήσεις τῇ αὐτοῦ χάριτι.

De velitatione bellica, Dennis, G.T. (ed.), Three Byzantine Military Treatises (Corpus Fontium Historiae Byzantinae 25, Washington 1985), p. 23.4-16.

 
 
 
 
 

Δελτίο λήμματος

 
press image to open photo library
 

>>>