Εγκώμιο του αγίου Τρύφωνος από το Θεόδωρο Β΄ Λάσκαρι
«Οὕτως ἠγωνίσατο ὁ γενναῖος καὶ τοιαύτας τὰς ἀμοιβὰς ἔλαβε, τὰς ἐπουρανίους καὶ ἐπιγείους, ἐκείνας περὶ αὐτόν, ταύτας διὰ τοὺς προσκαλουμένους αὐτόν. ἀνθεῖ γὰρ καθ’ ἑκάστην τὰ θαύματα, ῥαίνει τὰς δωρεάς, πλημμυρεῖ τάς εὐεργεσίας. Δράμετε ἄνθρωποι οἱ νοσοῦντες πρὸς τὸν ἰατρόν, οἱ αἰτοῦντες πρὸς τὸν χορηγὸν τῶν καλῶν αἰτημάτων, οἱ πάντες πρὸς τὸν πάντα μεσιτεύειν δυνάμενον εἰς Θεόν. καὶ μηδεὶς στραφήτω κενός, τὴν προαίρεσιν φέροντες καὶ τὰς εὐεργεσίας ἀντιλαμβάνοντες. οὐ γὰρ ἐστι τοῦτο δεόμενον ἐξετάσεως. ὁ κόσμος βοᾷ, καὶ τὰ ἔργα κηρύσσει διαπρυσίως καὶ γνησίως ὡς καλοῦ προμάχου καὶ ἀσφαλοῦς ἡ πόλις τῶν Νικαέων. ἐν ταύτῃ γὰρ τὸν ἀγῶνα τοῦ μαρτυρίου διήνυσε καὶ τανῦν ἐν ταύτῃ τέλει τὰς μεγαλουργίας, κρίνων ἀνθήσεις παραδόξους καὶ ἐκβλαστήσεις ἐνιαυσιαίους καρποφορεῖ εὐλογίας, ὢ τοῦ θαύματος, ἐν παγετῷ καὶ χιόνι τε καὶ χειμῶνι ἀνθεῖ τὸ κρίνον τῇ τοῦ μάρτυρος λυχνίᾳ ἐγκείμενον. Μετὰ γὰρ τὴν ἐκκοπὴν τούτου συντελουμένου ἐνιαυτοῦ, καθ’ ἣν ὥραν τὸ ἑωθινὸν τελεῖται ὑμνώδημα καὶ τοῦ ἀθλοφόρου καλλιεπῶς ἐξᾴδονται τὰ ἐγκώμια, τὸ ξηρὸν ἐκ τοῦ πάραυτα ἀχρόνως βλαστάνει τὴν αἴσθησιν διαφεῦγον κατὰ βραχύ. Καὶ ὁρᾶ τότε τὸ πλῆθος τὰ τοῦ Τρύφωνος θαύματα. τοῦτο βασιλεῖς ἐθεάσαντο πατριάρχαι τε ἑωράκασι. τοῦτο σέβεται ὁ λαὸς πᾶς, πιστὸς μᾶλλον ἐκ τούτου στηρίζεται. δαίμονες δραπετεύουσι τῇ θαυματουργίᾳ, νοσήματα φυγαδεύονται, αἰτήσεις πιστῶν πληροῦνται, μία πανήγυρις τότε πάνδημος, ὅτε δὴ τελεῖται αὐτό, βρεφῶν, νηπίων, μειρακίων, ἀνδρῶν, γερόντων, πρεσβυτῶν, γηραλέων, γυναικῶν, κοσμίων, στρατευομένων, ὑποτελετῶν, ἱερέων, μοναχῶν ὁρῶσα καὶ σκιρτώσα αὐτῷ πᾶν γένος καὶ ἡλικία πᾶσα. οὐ γὰρ ἐστι τὸ γιγνόμενον ὡς ἐν γωνίᾳ καὶ ὑποσκίῳ τόπῳ τινι γινόμενον, ἀλλ’ ἐν ἐκκλησίᾳ Θεοῦ. Διὰ τοῦτο δεῖ πάντας τὸν μέγαθλον Τρύφωνα διὰ θαύματος ἐγκωμιάζειν ὅτι πολλοῦ. Ἐμὲ δὲ καὶ μάλιστα καὶ ὅσον κατ’ οἶκτον ὃν ἔλαβον παρ’ αὐτοῦ ἀξιοπρεπῶς ἀμελεῖ καὶ ἐπιτέρπεσθαι ταῖς τούτου μεγαλουργίαις καὶ ἐπιγάννυσθαι καὶ ἐνθουσιᾶν, ὡς ὁ θεοπάτωρ Δαυΐδ ἐπὶ τῇ καταπαύσει τῆς κιβωτοῦ, ἵνα θαυμαζομένου τοῦ δούλου, ἡ τιμὴ διαβαίνῃ πρὸς τὸν δεσπότην".
Εκδομένο στο Foss, C., Nicaea, A Byzantine Capital and its Praises (Brookline-Mass. 1990), σελ. 105-6.