|
|
|
|
|
Παραθέματα
|
|
Η Έδεσσα σώζεται από την πολιορκία του Χοσρόη χάρη στη θαυματουργή εικόνα του Χριστού:
27. Ἀναγράφει ὁ αὐτὸς Προκόπιος καὶ τὰ περὶ Ἐδέσης καὶ Ἀγβάρου τοῖς παλαιοῖς ἱστορημένα, καὶ ὡς ὁ Χριστὸς πρὸς Ἄγβαρον ἐπέστειλεν, εἶτα καὶ ὡς ἐς ἑτέραν ἔφοδον πολιορκίαν τῶν Ἐδεσηνῶν ὁ Χοσρόης κατέστη, παραλύειν οἰόμενος τὰ παρὰ τοῖς πιστοῖς θρυλούμενα, ὡς οὐκ ἄν ποτε ἡ Ἔδεσα ὑπὸ τοῖς ἐχθροῖς γενήσεται· ὅπερ τοῖς γραφεῖσι μὲν πρὸς Ἄγβαρον παρὰ Χριστοῦ τοῦ θεοῦ ἡμῶν οὐκ ἔγκειται, ὡς ἔστι τοὺς φιλοπόνους ἑλεῖν ἐκ τῶν ἱστορηθέντων Εὐσεβίῳ τῷ Παμφίλου, αὐτὴν πρὸς λέξιν τὴν ἐπιστολὴν ἀναγνόντι... Ὡς δ’ οὖν ἐς πᾶσαν ἀμηχανίαν ἦλθον, φέρουσι τὴν θεότευκτον εἰκόνα ἣν ἀνθρώπων μὲν χεῖρες οὐκ εἰργάσαντο, Ἀγβάρῳ δὲ Χριστὸς ὁ θεός, ἐπεὶ αὐτὸν ἰδεῖν ἐπόθει, πέπομφε. Ταύτην τοίνυν τὴν παναγίαν εἰκόνα κατὰ τὴν εἰργασμένην σφίσιν ἐσαγαγόντες διώρυγα ὕδατί τε ἐπικλύσαντες, ἀπ’ αὐτοῦ κατὰ τῆς πυρᾶς καὶ τῶν ξύλων ἀφεῖσαν. Καὶ παραυτίκα τῆς θείας δυνάμεως τῇ πίστει τῶν δεδρακότων ἐπιφοιτησάσης, ὅπερ ἦν ἐκείνοις πρώην ἀδύνατον ἐξηνύετο· παραυτίκα γὰρ ἐσεδέξαντο τὴν φλόγα τὰ ξύλα, καὶ λόγου θᾶττον ἀπανθρακωθέντα τοῖς ὑπερτέροις μετεδίδοσαν, ἅπαντα τοῦ πυρὸς ἀμφινεμομένου... Τότε δ’ οὖν ὁ Χοσρόης ἁπάσαις ταῖς ἐλπίσιν ἀπειρηκὼς καὶ διὰ τῶν ἔργων ἐγνωκὼς ὡς πολλὴν ὦφλεν αἰσχύνην, ὑποτοπήσας τοῦ πρὸς ἡμῶν πρεσβευομένου θεοῦ περιέσεσθαι, ἐπὶ τὰ σφέτερα τὴν ἀποπόρευσιν ἐποιεῖτο ἀκλεῶς.
Ευάγριος, Εκκλησιαστική Ιστορία IV.27, Bidez, J. – Parmentier, L. (eds), The Ecclesiastical History of Evagrius with the Scholia (London 1898, ανατ. 1979), σελ. 174-6.
Η παράδοση του Ιερού Μανδηλίου ως εικονόφιλο επιχείρημα:
Εἰ τοίνυν ἀναλόγως ἡμῖν αὐτοῖς αἰσθηταῖς εἰκόσιν ἐπὶ τὴν θείαν καὶ ἄυλον ἀναγόμεθα θεωρίαν καὶ φιλανθρώπως ἡ θεία πρόνοια τοῖς ἀσχηματίστοις καὶ ἀτυπώτοις τύπους καὶ σχήματα τῆς ἡμῶν ἕνεκεν χειραγωγίας περιτίθησι, τί ἀπρεπὲς τὸν σχήματι καὶ μορφῇ ὑποκύψαντα καὶ φύσει ὁραθέντα ὡς ἄνθρωπον φιλανθρώπως δι’ ἡμᾶς εἰκονίζειν ἀναλόγως ἡμῖν αὐτοῖς; Λόγος ἄνωθεν εἰς ἡμᾶς παραδεδομένος κάτεισιν, Αὔγαρον, τὸν Ἐδέσσης ἄνακτα, φήμῃ τῇ τοῦ κυρίου πρὸς θεῖον ἐκπυρσευθέντα ἔρωτα ἀπεσταλκέναι πρέσβεις τὴν αὐτοῦ ἐπίσκεψιν ἐξαιτοῦντας. Εἰ δὲ ἀρνηθείη τοῦτο δράσειν, τὸ τούτου κελεύει ὁμοίωμα ζωγράφῳ ἐκμάξασθαι· ὃ γνόντα τὸν πάντα εἰδότα καὶ πάντα δυνάμενον τὸ ῥάκος εἰληφέναι καὶ τῷ προσώπῳ προσενεγκάμενον ἐν τούτῳ τὸν οἰκεῖον ἐναπομάξασθαι χαρακτῆρα, ὃ καὶ μέχρι τοῦ νῦν σῴζεται.
Ιωάννης Δαμασκηνός, Λόγος Απολογητικός προς τους Διαβάλλοντας τας Αγίας Εικόνας, Kotter, P.B. (ed.), Die Schriften des Johannes von Damaskos 3 (Patristische Texte und Studien 17, Berlin 1975), σελ. 151-152.
|
|
|
|
|
|