|
|
|
|
|
Παραθέματα
|
|
John Scylitzes's account of the rebellion of Elpidios Brachamios
Μιχαὴλ δὲ ὁ βασιλεὺς ὑπό τε τῆς δαιμονίου νόσου εἰργόμενος, καὶ ἄλλως πρὸς μεταχείρησιν πραγμάτων νωθρός τις ὢν καὶ ἀμβλύς, σχῆμα μὲν εἶχε τῆς βασιλείας καὶ ὄνομα, ἡ δὲ τῶν πραγμάτων ἐνέργεια ἅπασα πολιτικῶν τε καὶ στρατιωτικῶν ἐν ταῖς χερσὶν ἦν τοῦ Ἰωάννου. εὐθὺς οὖν προχειρίζεται Νικήταν τὸν ἑαυτοῦ ἀδελφὸν δοῦκα Ἀντιοχείας, ὃν ἀπελθόντα εἰσελθεῖν ἐν τῇ πόλει οὐ συνεχώρησαν οι Ἀντιοχεῖς. πρὸ μικροῦ γὰρ φορολόγος τις, Σαλίβας τὴν προσηγορίαν, τὰ κατ’ αὐτοὺς ἐπιτετραμμένος καὶ βαρέως τοῖς ἀνθρώποις ἐπενηνεγμένος κτείνεται παρὰ τοῦ δήμου τῶν Ἀντιοχέων. διὰ οὖν τὸν τούτου φόνον, ἵνα μή τι καὶ ἀνήκεστον πάθωσι δεδιότες οι Ἀντιοχεῖς, ἀπέκλεισαν τῷ Νικήτᾳ τὴν εἴσοδον. ὅρκοις δὲ τούτου πιστωσαμένου, ὡς ἀμνηστία κακῶν αὐτοῖς ἔσεται, καὶ οὐδὲν οὐδεὶς πείσεται ἄχαρι διὰ τὸν τοῦ Σαλίβα φόνον, συγχωροῦσι τὴν εἴσοδον. ὁ δὲ τῆς πόλεως ἐπειλημμένος καὶ κύριος τῶν πραγμάτων γενόμενος, ὀλίγα ἢ οὐδὲν τῶν ὅρκων φροντίσας, ἀμφὶ μὲν τοὺς ἑκατὸν ἄνδρας ἀπέκτεινεν ἀποτεμών τε καὶ ἀνασκολοπίσας, ἕνδεκα δὲ τοὺς προὔχοντας ζαμπλούτους ἄνδρας καὶ γένει περιφανεῖς δεσμεύσας, ὧν κορυφαῖος ἦν ὁ πατρίκιος Ἐλπίδιος, δεσμίους ἐκπέμπει πρὸς τὸ Βυζάντιον, γράψας τῷ ἀδελφῷ Ἰωάννῃ, μὴ διὰ τὸν τοῦ Σαλίβα φόνον κωλυθῆναι αὐτῷ τὴν εἰς τὴν πόλιν εἴσοδον, ἀλλὰ διὰ τὴν εἰς τὸν Δαλασσηνὸν εὔνοιαν.
Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (CFHB 5, Berlin - New York 1973), pp. 395.95 - 396.18.
|
|
|
|
|
|