Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία ΙΔΡΥΜΑ ΜΕΙΖΟΝΟΣ ΕΛΛΗΝΙΣΜΟΥ
z
 
 
 
 
 
 
 
 
 
Αναζήτηση με το γράμμα ΑΑναζήτηση με το γράμμα ΒΑναζήτηση με το γράμμα ΓΑναζήτηση με το γράμμα ΔΑναζήτηση με το γράμμα ΕΑναζήτηση με το γράμμα ΖΑναζήτηση με το γράμμα ΗΑναζήτηση με το γράμμα ΘΑναζήτηση με το γράμμα ΙΑναζήτηση με το γράμμα ΚΑναζήτηση με το γράμμα ΛΑναζήτηση με το γράμμα ΜΑναζήτηση με το γράμμα ΝΑναζήτηση με το γράμμα ΞΑναζήτηση με το γράμμα ΟΑναζήτηση με το γράμμα ΠΑναζήτηση με το γράμμα ΡΑναζήτηση με το γράμμα ΣΑναζήτηση με το γράμμα ΤΑναζήτηση με το γράμμα ΥΑναζήτηση με το γράμμα ΦΑναζήτηση με το γράμμα ΧΑναζήτηση με το γράμμα ΨΑναζήτηση με το γράμμα Ω

Rebellion of Bardas Skleros, 987-89

Συγγραφή : Stouraitis Ioannis (10/12/2003)
Μετάφραση : Koutras Nikolaos

Για παραπομπή: Stouraitis Ioannis, "Rebellion of Bardas Skleros, 987-89",
Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Μ. Ασία
URL: <http://www.ehw.gr/l.aspx?id=9974>

Στάση Βάρδα Σκληρού, 987-989 - δεν έχει ακόμη εκδοθεί Rebellion of Bardas Skleros, 987-89 (21/2/2006 v.1) 

Παραθέματα

 

The second rebellion of Bardas Skleros (987-989) recounted by the Byzantine scholar Michael Psellos

Εἶτα γίνεταί τι τοιοῦτον· πόλεμός τις ἀλλόφυλος καταλαμβάνει τὸν Βαβυλώνιον, ᾧ προσπεφυγότες οἱ περὶ τὸν Σκληρόν, ὥσπερ δήπου ὁ λόγος ἐγνώρισε, ἀντιστρόφους εὕροντο τὰς ἐλπίδας, καὶ ὁ πόλεμος βαρὺς καὶ δεινὸς καὶ πολλῶν δεόμενος τῶν ἀντιστησομένων χειρῶν καὶ δυνάμεων· καὶ ἐπειδὴ οὐκ εἶχεν οὗτος τῷ οἰκείῳ μόνῳ στρατοπέδῳ θαρρεῖν, ἐπὶ τοὺς φυγάδας τίθεται τὰς ἐλπίδας, καὶ λύει μὲν εὐθὺς τῶν δεσμῶν, ἐξάγει δὲ τῆς φρουρᾶς, ὁπλίζει τε καρτερῶς, καὶ κατ’ εὐθὺ τῆς ἐναντίας ἵστησι φάλαγγος. Οἱ δὲ, ἅτε γενναῖοι ἄνδρες καὶ μάχιμοι, καὶ τάξεις εἰδότες ὁπλιτικάς, ἑκατέρωθεν διαστάντες, εἶτα δὴ ἀθρόον ἐξιππασάμενοι καὶ τὸ ἐνυάλιον ἀλαλάξαντες, τοὺς μὲν αὐτοῦ κτείνουσι, τοὺς δὲ τρέψαντες εἰς φυγήν, εἶτ’ ἄχρι τοῦ χάρακος ἐξελάσαντες, ἄρδην ἅπαντας ἀνῃρήκασιν· ἀναζευγνύντες δὲ, ὥσπερ ἐκ ταὐτοῦ συνθήματος τῆς ψυχῆς, πρὸς φυγὴν ἐτρέψαντο ἑαυτούς· ἐδεδοίκεσαν γὰρ αὖθις τὸν βάρβαρον, ὡς οὐ δεξιῶς τούτοις προσενεχθησόμενον, ἀλλὰ πάλιν ἐν πέδαις καθείρξοντα. Κοινῇ γοῦν ἀνὰ κράτος φεύγοντες, ἐπειδὴ πλεῖστον τῆς Ἀσσυρίων ἀπεληλύθεισαν γῆς, καὶ ἡ φυγὴ καταφανὴς τῷ βαρβάρῳ ἐγένετο, τοῖς ἐπιτυχοῦσι τότε τοῦ συνηθροισμένου στρατεύματος τὴν ἐπιδίωξιν αὐτῶν ἐγκελεύεται· καὶ πολύ τι πλῆθος κατὰ νώτου τούτοις συνεισπεσόντες, ἔγνωσαν ὅσῳ τῷ μέτρῳ τῆς τῶν ῾Ρωμαίων ὑστεροῦσι χειρός· οἱ γάρ τοι φυγάδες ἀθρόον τοὺς χαλινοὺς στρέψαντες, καὶ ἐλάττους πρὸς πολλαπλασίους ἀγωνιζόμενοι, βραχυτέρους ἑαυτῶν τοὺς καταλελειμμένους πρὸς τὴν φυγὴν πεποιήκασιν. Ὁ μὲν οὖν Σκληρὸς τυραννεύειν τε αὖθις ᾤετο καὶ τὰς ὅλας καθέξειν δυνάμεις, ἀνακεχωρηκότος τε τοῦ Φωκᾶ ἤδη καὶ πάσης τῆς βασιλείου διασκεδασθείσης δυνάμεως· ἐπεὶ δὲ πρὸς τοῖς ῾Ρωμαϊκοῖς ὁρίοις γενόμενος, τὸν Φωκᾶν ἐμεμαθήκει βασιλειῶντα, ἐπειδὴ οὐχ οἷός τε ἦν καὶ τῷ βασιλεῖ μάχεσθαι, τὸν μὲν καὶ αὖθις ὑβρίσας, τῷ δὲ μετὰ τοῦ ἐλάττονος προσεληλυθὼς σχήματος, ἐκεῖνον μὲν τῶν πρωτείων ἠξίωσε, αὐτὸς δὲ μετ’ ἐκεῖνον ὡμολόγησε τάττεσθαι· εἶτα δὴ διχῇ διελόμενοι τὰς δυνάμεις, μακρῷ τὴν τυραννίδα εὐσθενεστέραν εἰργάσαντο. Οἳ μὲν οὖν τάξεσι καὶ παρεμβολαῖς ἐπεποίθεσαν, καὶ μέχρι τῆς Προποντίδος καὶ τῶν παραλίων ἐν ταύτῃ χωρίων κατεληλύθεσαν, ἐπ’ ἀσφαλοῦς τοὺς χάρακας θέμενοι, καὶ μονονοὺ ὑπεράλλεσθαι καὶ αὐτὴν ἐπιχειροῦντες τὴν θάλασσαν.

Renauld, E. (ed.), Michel Psellos, Chronographie ou histoire dun siècle de Byzance (976-1077) 1 (Paris 1926), pp. 11.1-12.14.

The chronicler John Skylitzes's account of the break-out of Bardas Skleros's rebellion

καὶ ὁ μὲν Σκληρὸς ἑνὶ τῶν εἰρημένων τρόπων τὴν ῾Ρωμαίων καταλαμβάνει γῆν, εὑρὼν Βάρδαν τὸν Φωκᾶν ὡς βασιλέα ἀνευφημούμενον, καὶ αὐτὸς ὁμοίως παρὰ τῶν συνόντων ἀνευφημούμενος. Οὕτω δὲ τὰ πράγματα διακείμενα εὑρηκὼς διάφορος ἦν καὶ ποικίλος ταῖς γνώμαις. ἑαυτὸν μὲν γὰρ ἀσθενέστατον ἔκρινε εἰς τὸ καθ’ ἑαυτὸν μόνον συνέχειν καὶ διακρατεῖν τὴν ἀποστασίαν. προσχωρῆσαι δὲ τῷ Φωκᾷ ἢ τῷ βασιλεῖ λίαν ἀγεννὲς ᾠήθη καὶ ἄνανδρον. πολλὰ γοῦν γνωματεύσας μετὰ τῶν συνόντων, τέλος τὸ μὲν μόνος ἀνευφημεῖσθαι ὡς βασιλεὺς παράβολον καὶ ἀλυσιτελὲς διὰ τὸ ἀδύνατον ἐλογίζετο, ἑνὶ δὲ προσφοιτῆσαι τῶν δυναστῶν καὶ τοῦ ἑτέρου καταφρονῆσαι κατεγίνωσκε διὰ τὸ τοῦ μέλλοντος ἄδηλον. ἔγνω οὖν κατὰ τὸ δυνατὸν καὶ ἄμφω προσκτήσασθαι τὰς ἀρχάς, ἵν’ ἐξ ἀποτυχίας τὴν ἑτέραν ἔχῃ βοηθὸν καὶ συλλήπτορα. γράμματα μὲν οὖν αὐτὸς ἐκπέμπει πρὸς τὸν Φωκᾶν, κοινοπραγίαν ἐξαιτῶν καὶ τῆς βασιλείας διανομήν, εἰ καταγωνίσασθαι δυνηθεῖεν τὸν βασιλέα. λάθρᾳ δὲ ῾Ρωμανὸν τὸν υἱὸν ἐκπέμπει πρὸς τὸν βασιλέα ὡς τάχα αὐτομολήσαντα, λίαν ἐντρεχῶς λογισάμενός τε καὶ κρίνας, ἵν’ εἰ μὲν ὁ Φωκᾶς ὑπέρσχῃ, αὐτὸς εἴη σωτὴρ τοῦ παιδός, εἰ δ’ ἐπικρατέστερα τὰ τοῦ βασιλέως ὑπάρξει, αὐτὸς δι’ ἐκείνου παραιτηθεὶς τοῦ κινδύνου ῥυσθείη. καὶ ὁ μὲν ῾Ρωμανὸς δόκησιν φυγῆς παρασχὼν ἄπεισι πρὸς τὸν βασιλέα. ὃν οὗτος φιλοφρόνως ἄγαν δεξάμενος καὶ περιχαρῶς μάγιστρόν τε εὐθέως ἐτίμησε καὶ συμβούλῳ διὰ παντὸς ἐν τοῖς πολέμοις ἐχρῆτο.

Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin-New York 1973), 334.37-335.58.

Bardas Skleros prisoner of Bardas Phokas

Βάρδας δὲ ὁ Φωκᾶς, ὡς τὴν τοῦ Σκληροῦ ἐπάνοδον προσαγγελθεῖσαν ἐπύθετο, γράμματά τε ἐκπέμπει αὐτὰ ἐκεῖνα δηλοῦντα τὰ ἐκείνῳ πρὸς τρόπου, καὶ ὅρκοις ἐπιστοῦτο τὰς ὑποσχέσεις, «εἰ τῶν ἠλπισμένων τύχοιμεν», λέγων, «σὺ μὲν ἄρξεις Ἀντιοχείας καὶ Φοινίκης καὶ Κοίλης Συρίας καὶ Παλαιστίνης καὶ Μεσοποταμίας, ἐγὼ δὲ ἄρχων ἔσομαι τῆς βασιλίδος αὐτῆς καὶ τῶν ὑπολοίπων ἐθνῶν». δεξάμενος δὲ περιχαρῶς ὁ Σκληρὸς τοὺς λόγους, καὶ τοῖς ὅρκοις θαρρήσας, ἄπεισιν ἐν Καππαδοκίᾳ πρὸς τὸν Φωκᾶν, ὡς τάχα πληρώσων τὴν κοινοπραγίαν. ἐκεῖνος δὲ τοῦτον ἔνδον τῆς σαγήνης λαβὼν ἀπαμφιέννυσί τε τὰ τῆς βασιλείας παράσημα καὶ ἐς τὸ φρούριον τὸν Τυροποιὸν ἐκπέμπει, φρουρὰν οὐκ ἀγεννῆ περιστήσας αὐτῷ.

Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin-New York 1973), 335.71-336.81.

The suppression of Bardas Skleros's rebellion in the chronicle of John Skylitzes

Ἄρτι δὲ τοῦ Φωκᾶ ἀποθανόντος κατὰ τὸν Ἀπρίλλιον μῆνα τῆς δευτέρας ἰνδικτιῶνος, τοῦ ἑξακισχιλιοστοῦ τετρακοσιοστοῦ ἐνενηκοστοῦ ἑβδόμου ἔτους, καὶ τῆς κατ’ αὐτὸν ἀποστασίας διαλυθείσης, ἀδείας λαβόμενος ὁ Σκληρὸς πάλιν ἀνελάμβανεν ἑαυτὸν καὶ τὴν προτέραν ἐσωμάσκει ἀποστασίαν. ὅπερ πυθόμενος ὁ βασιλεὺς γράμμασι παρῄνει κόρον λαβεῖν τῆς τῶν Χριστιανῶν χύσεως αἱμάτων, ἄνθρωπον καὶ αὐτὸν ὄντα καὶ θάνατον προσδεχόμενον καὶ κρίσιν, καὶ ὀψέ ποτε μεταμαθεῖν τὸ συμφέρον, καὶ τὸν ἐκ θεοῦ δεδομένον ἐπιγνῶναι ἄρχοντα μὴ πλανώμενον τῷ πραττομένῳ τοῦ ὀνόματος αὐτοῦ στοιχείῳ. ἐλέγετο γὰρ λόγος δημώδης ὑπό τινων τῶν τὰ μετέωρα ἐστοχασμένων· «βῆτα βῆτα διώξει, καὶ βῆτα βασιλεύσει.» ὑφ’ οὗ αὐτός τε καὶ ὁ Φωκᾶς ἐξηπατημένοι ταῖς ἀποστασίαις ἐπεβάλλοντο. τούτοις δὲ τοῖς γράμμασι μαλαχθεὶς ἐκεῖνος καὶ πίστεις λαβών, ὡς οὐδὲν ὑποστήσεται φλαῦρον, κατατίθεται τὰ ὅπλα καὶ τῷ βασιλεῖ σπένδεται, κουροπαλάτης τιμηθείς. οὐ μέντοι γε καὶ ὀφθαλμοῖς τὸν βασιλέα θεάσασθαι ἠξιώθη. κατὰ γὰρ τὴν ὁδὸν ἀορασίᾳ πληγεὶς τὴν ὁρατικὴν ἀπέβαλεν αἴσθησιν καὶ τυφλὸς εἰσήχθη πρὸς βασιλέα. ὃν χειραγωγούμενον ἐκεῖνος θεασάμενός φησι πρὸς τοὺς παρόντας· «ὃν εφοβούμην καὶ ἔτρεμον, χειραγωγούμενος ἔρχεται.»

Thurn, I. (ed.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin-New York 1973), 338.45-339.63.

Michael Psellos recounts the suppression of Bardas Skleros's rebellion

Ἀλλὰ ταῦτα μὲν ἐς ὕστερον ἔμελλε κατεργάσασθαι· τὸ γοῦν παρὸν ὁ Σκληρὸς αὐτὸν ἀνεῖργε τῆς κατὰ τῶν βαρβάρων στρατείας, ἐφ’ ἑαυτὸν ἐκεῖνον ἀσχολῶν. Ἀναιρεθέντος γὰρ τοῦ Φωκᾶ, τὸ μὲν ἄλλο μέρος τῆς παρατάξεως, ὅσον ἐκείνῳ καὶ πρὸ τῆς συμμίξεως ὑπέστρωτο τοῦ Σκληροῦ, τὰς ἐπ’ ἐκείνῳ ἐλπίδας ἀπολωλεκότες διέστησάν τε ἀπ’ ἀλλήλων καὶ τὸν συνασπισμὸν πάντα διαλελύκασιν· ὁ δέ γε Σκληρὸς καὶ ὅσοι σὺν ἐκείνῳ φυγάδες τε ἐγένοντο καὶ αὖθις ἀνέζευξαν, ἐφ’ ἑαυτῶν διαταξάμενοι καὶ ὥσπερ ἀπερρωγὸς μέρος εἰς ἰσοστάσιον τῷ Φωκᾷ τάξιν ἀποκληρωθέντες, ἀντ’ ἐκείνου τῷ βασιλεῖ αὖθις Βασιλείῳ γεγόνασιν. Οὗτος τοιγαροῦν ὁ ἀνήρ, εἰ καὶ τῆς τοῦ Φωκᾶ χειρὸς καὶ δυνάμεως ἐλάττων ἐδόκει, ἀλλὰ τά γε εἰς στρατηγικωτάτην βουλὴν καὶ παράταξιν δεινότερος ἐκείνου καὶ ποικιλώτερος ἐγνωρίζετο· διὸ ταύτην τὴν ἀποστασίαν εἰς αὖθις ὠδίνας τῷ αὐτοκράτορι, ἐς χεῖρας μὲν ἐλθεῖν ἐκείνῳ καὶ συμμῖξαι οὐκ ἐδοκίμασε, τὸν δὲ στρατὸν κρατύνων καὶ προσθήκαις ἐπαύξων, βαρύτερος ἐντεῦθεν ἐδόκει τῷ βασιλεῖ· οὐ μέχρι δὲ τούτου κατεστρατήγει τὸν αὐτοκράτορα, ἀλλὰ καὶ τὰς ναῦς ἐπέχων, ὁπόσαι ἐς τὴν πομπείαν ἐτύγχανον ἱκαναὶ, ἔτι γε μὴν καὶ τὰς τῶν ὁδῶν ἀποτειχίζων ἐλευθερίας, τὰ μὲν ὅσα ἐκεῖθεν εἰς τὰ βασίλεια ἤγετο δαψιλῶς ἀπεθησαύριζε τῷ στρατῷ, τὴν δὲ ἀπὸ τῶν βασιλείων ἐκεῖσε διὰ τῶν δημοσίων ἵππων προσταττομένην ἢ ἄλλως διακυβερνωμένην κατάπραξιν, πᾶσιν ἀνεῖργε ἐπιτηρῶν ὄμμασι. Οὐ τοίνυν θέρους ἀρξαμένη ἡ τυραννὶς εἰς τὸν καιρὸν τῆς ὀπώρας κατέληξεν, οὐδὲ κύκλος εἷς ἐνιαύσιος τὴν ἐπιβουλὴν περιέγραψεν, ἀλλ’ ἐπὶ πολλοῖς ἔτεσι τουτὶ διεκυμαίνετο τὸ κακόν· οἱ γὰρ ἅπαξ ὑποστρώσαντες ἑαυτοὺς τῷ Σκληρῷ καὶ συμπληρώσαντες ἐκείνῳ τὴν φάλαγγα, οὐκ ἔτι διπλοῖς ἐμερίσθησαν λογισμοῖς, οὐδὲ πρὸς τὸν βασιλέα τούτων οὐδεὶς λαθὼν ἀπηυτομόλησεν· οὕτως αὐτοὺς εἰς ἀμετάθετον γνώμην συνήρμοσεν ὁ Σκληρὸς, εὐνοίαις τε ὑπαγόμενος καὶ εὐεργεσίαις δουλούμενος, καὶ συμβιβάζων ἀλλήλοις, ἀπὸ τῆς αὐτῆς τε τούτοις σιτούμενος καὶ κοινοῦ μετέχων κρατῆρος, ἐξ ὀνόματός τε καλῶν ἕκαστον καὶ δι’ εὐφήμου γλώττης ποιούμενος. Ὁ μὲν οὖν βασιλεὺς πάσης ἐπ’ αὐτὸν ἥπτετο σκέψεώς τε καὶ πράξεως. Ὁ δὲ ῥᾷστα πάντα διέλυε, στρατηγικῶς ταῖς ἐκείνου βουλαῖς τε καὶ γνώμαις ἀντιπράττων καὶ ἀντιμηχανώμενος· καὶ ἐπειδὴ πάσαις ἀνάλωτον τοῦτον εἶδε λαβαῖς ὁ Βασίλειος, πρεσβείαν πρὸς αὐτὸν ἀπεστάλκει σπείσασθαί τε πείθουσαν καὶ ἀπαλλαγῆναι πραγμάτων, τὰ πρῶτα μετά γε τοῦτον τῆς ἀρχῆς ἔχοντα. Ὁ δὲ τὰ μὲν πρῶτα οὐκ εὐμενῶς τοῖς πράγμασιν ἄγαν ὡμίλησεν, ἔπειτα πολλοὺς ἐλίξας καθ’ ἑαυτὸν λογισμοὺς καὶ τοῖς προλαβοῦσι τὰ ἐνεστῶτα συγκρίνας, καὶ τὰ μέλλοντα πρὸς ταῦτα εἰκάσας, πρὸς ἑαυτόν τε ἀπιδών, τῷ γήρᾳ καταπονούμενον, πείθεται τοῖς πεπρεσβευμένοις, καὶ τὸ στρατόπεδον ἅπαν συλλήπτορας εἰς τὴν παραδοχὴν τῆς πρεσβείας συνειληφὼς σπένδεται Βασιλείῳ ἐπὶ τούτοις, ὥστε τὸ μὲν στέφος τῆς κεφαλῆς ἀποθέσθαι καὶ ἐπισήμου μεθέσθαι χρώματος, εὐθὺς δὲ μετ’ ἐκεῖνον ἑστάναι, καὶ τούς τε λοχαγωγοὺς καὶ τοὺς ἄλλους ὅσοι τῆς τυραννίδος αὐτῷ ἐκοινώνησαν τὰς αὐτὰς ἔχειν ἀρχὰς καὶ τῶν αὐτῶν μέχρι παντὸς ἀπολαύειν ἀξιωμάτων, ὧν αὐτὸς τούτους ἠξίωσε, καὶ μήτε κτήσεων ἐστερῆσθαι ὧν τε εἶχον καὶ ὧν παρ’ αὐτοῦ προσειλήφασι, μήτε τινῶν ἄλλων τῶν προσκεκληρωμένων αὐτοῖς ἀπεστερῆσθαι. Ἐπὶ τούτοις ἄμφω συνεληλυθέτην, καὶ ὁ βασιλεὺς ἐξεληλύθει τῆς Πόλεως ἔν τινι τῶν λαμπροτάτων χωρίων ὑποδεξόμενός τε τὸν ἄνδρα καὶ τὰς σπονδὰς ποιησόμενος· ὁ μὲν οὖν ὑπὸ βασιλικῇ καθῆστο σκηνῇ, τὸν δὲ Σκληρὸν πόρρωθεν εἰσῆγον οἱ δορυφοροῦντες ἅμα καὶ εἰς ὁμιλίαν τοῦ βασιλέως προσάγοντες, οὐχ ἱππότην, ἀλλὰ βάδην μετακομίζοντες· ὁ δὲ, ἅτε δὴ εὐμεγέθης, ἤδη δὲ καὶ γεγηρακὼς, προσῄει χειραγωγούμενος ἑκατέρωθεν. Ὁ δὲ βασιλεὺς πόρρωθεν τὸν ἄνδρα ἰδὼν, τοῖς ἀγχοῦ ἐφεστῶσι τοῦτο δὴ τὸ δημῶδες καὶ κοινὸν ἀνεφθέγξατο· «Ἰδοὺ ὃν ἐδεδοίκειν, οὗτος χειραγωγούμενος ἱκέτης μου πρόσεισιν». Ὁ μὲν οὖν Σκληρὸς, εἴτε σπουδάσας, εἴτε ἄλλως καταφρονήσας, τὰ μὲν ἄλλα παράσημα τοῦ κράτους ἀπέθετο, οὐ μέντοιγε καὶ τοὺς πόδας τοῦ φοινικοβαφοῦς πεδίλου ἐγύμνωσεν, ἀλλ’ ὥσπερ μέρος τῆς τυρρανίδος ἑαυτῷ ἐπαφεὶς προσῄει τῷ βασιλεῖ· ὁ δέ γε Βασίλειος, καὶ πόρρωθεν ἰδὼν, ἐδυσχέρανε καὶ τοὺς ὀφθαλμοὺς ἔβυσε, μὴ ἂν ἄλλως τοῦτον ἐθέλων ἰδεῖν, εἰ μὴ πάντη ἰδιωτεύσοι τῷ σχήματι· αὐτοῦ γοῦν που πρὸς τῇ τοῦ βασιλέως σκηνῇ ἀπελίττεται καὶ τὸ ἐρυθρὸν πέδιλον ὁ Σκληρὸς, καὶ οὕτως ὑπέδυ τὴν στέγην. Καὶ ὁ βασιλεὺς εὐθὺς ἐξανέστη ἰδών· καὶ ἐφιλησάτην ἄμφω ἀλλήλω, εἶτα δὴ καὶ διαλόγων πρὸς ἀλλήλους ἡψάσθην, ὁ μὲν τῆς τυρρανίδος ἀπολογούμενος, καὶ αἰτίας τιθεὶς δι’ ἃς ἐβουλεύσατό τε τὴν ἀποστασίαν καὶ ἔδρασε· ὁ δὲ ὁμαλῶς τὴν ἀπολογίαν δεχόμενος, καὶ ἐς δαιμονίαν τύχην ἀναφέρων τὸ πεπραγμένον. Ὡς δὲ καὶ κοινοῦ μετεῖχον κρατῆρος, ὁ βασιλεὺς τὴν δεδομένην κύλικα τῷ Σκληρῷ τοῖς οἰκείοις προσαγαγὼν χείλεσι καὶ πιὼν ὅσον δὴ μέτριον, αὖθις ἀντιδίδωσι τῷ ἀνδρὶ, ὑποψίας ἀπάγων καὶ τὸ τῶν σπονδῶν παραδεικνὺς ὅσιον. Εἶτα δὴ καὶ οἷον στρατηγικὸν ἄνδρα ἠρωτήκει περὶ τοῦ κράτους καὶ ὅπως ἂν αὐτῷ ἀστασίαστος ἡ ἀρχὴ τηρηθείη· ὁ δὲ ἄρα οὐ στρατηγικὴν βουλὴν, ἀλλὰ πανοῦργον εἰσηγεῖται γνώμην, καθαιρεῖν μὲν τὰς ὑπερόγκους ἀρχὰς, καὶ μηδένα τῶν ἐν στρατείαις ἐᾶν πολλῶν εὐπορεῖν, κατατρύχειν τε ἀδίκοις εἰσπράξεσιν, ἵνα τοῖς ἑαυτῶν ἀσχολοῖντο οἴκοις, γυναῖκά τε εἰς τὰ βασίλεια μὴ εἰσαγαγεῖν καὶ μηδενὶ πρόχειρον εἶναι, μήτε τῶν ἐν ψυχῇ βουλευμάτων πολλοὺς ἔχειν εἰδήμονας.

Renauld, E. (ed.), Michel Psellos, Chronographie ou histoire dun siècle de Byzance (976-1077) 1 (Paris 1926), pp. 23.1-28.18.

 
 
 
 
 

Δελτίο λήμματος

 
press image to open photo library
 

>>>