Byzantine historian Michael Attaleiates recounts how the troops of Antioch sided Romanos IV Diogenes
Περιώδυνος δ' ὁ Διογένης ἐκ τῆς φήμης γενόμενος, ὅμως τὸ λοιπὸν ἄγων πλῆθος εἰς τὴν Καππαδοκῶν ἐνέβαλε γῆν· καὶ εἴς τε φρούριον ἀνιὼν Τυροποιὸν οὕτως ὀνομαζόμενον, ἐπὶ λόφου κείμενον ὀχυροῦ, ἐκαραδόκει τὸ μέλλον, πανταχόθεν ἐπικαλούμενος στρατιώτας εἰς τὴν ἑαυτοῦ ἀρωγήν. ἐπεὶ δὲ παρὰ τοῦ τὴν Βύζαντος βασιλεύοντος μετεπέμφθη ὁ τῆς μεγάλης Ἀντιοχείας κατεπάνω, Χατατούριος ἐπονομαζόμενος, ἐξ Ἀρμενίων δ’ ἕλκων τὸ γένος, καὶ προσετάγη πόλεμον τῷ Διογένῃ ἐπενεγκεῖν, ἀφίκετο μὲν εἰς Τυροποιὸν μετὰ πολλῆς τῆς δυνάμεως ἱππέων τε καὶ πεζῶν, κατοικτισάμενος δὲ τὸν Διογένην τῆς τύχης, καὶ ἅμα χάριτας τούτῳ προσομολογεῖν ἔχων ὡς παρ’ ἐκείνου τὴν ἀρχὴν τῆς Ἀντιοχείας λαβών, συνέθετο τούτῳ καὶ τῆς ἐκείνου μοίρας ἐγένετο, καί τινας τῶν στρατιωτῶν, οἷς ἐκ βασιλέως διώριστο συνάρασθαι τούτῳ τῶν κατὰ Διογένους μόθων, τῶν ἵππων ἀποστερήσας καὶ τῆς ἄλλης ἀποσκευῆς γυμνοὺς ἐκεῖθεν ἀπήλασεν.
Bekker, I. (ed.), Michaelis Attaliotae Historia (Bonn 1853), pp. 171.20-172.12.
Doux Khačatur of Antioch takes the side of Romanos IV
Προσκαλεσάμενος οὖν ὁ Κωνσταντῖνος καὶ τὸν Ἀντιοχείας δοῦκα, τὸν Χατατούριον, σύμμαχον κατὰ τοῦ Διογένους οὐκ ἔσχεν ὑπακούοντα· προσέθετο γὰρ τῷ Διογένει. Καὶ τοῦτον παραλαβὼν παραγίνεται εἰς Κιλικίαν, ἔνθα καὶ προσεκαρτέρει τὴν ἀπὸ τοῦ σουλτάνου ἀναμένων βοήθειαν, ὁμοῦ δὲ καὶ διὰ τὸν χειμῶνα διάγων ἐκεῖσε, ἀλεεινοτέραν τὴν Κιλικίαν ἐπιστάμενος, καὶ πάλιν πρὸς συλλογὴν στρατοῦ ἑαυτὸν ἀπησχόλει. Ὁ δέ γε Κωνσταντῖνος μετὰ τὸ τὸν Διογένην ὑποχωρῆσαι ὑπέστρεψεν εἰς τὸ Βυζάντιον. Ἀντ’ ἐκείνου δὲ στέλλεται κατὰ τοῦ Διογένους ὁ πρόεδρος Ἀνδρόνικος, ὁ τοῦ καίσαρος υἱός. Διανείμας δὲ τοῖς στρατιώταις σιτηρέσια, διὰ τῆς κλεισούρας τοῦ Ποδανδοῦ ἀφικνεῖται εἰς Κιλικίαν, ἔνθα συναντᾷ αὐτῷ ὁ Χατατούριος, ὃν καὶ πρὸς βραχὺ μαχεσάμενον ἀναιροῦσιν οἱ τοῦ Ἀνδρονίκου.
Ioannes Scylitzes Continuatus: Τσολάκης, Ε. (ed.), Η Συνέχεια της Χρονογραφίας του Ιωάννου Σκυλίτζη (Ioannes Scylitzes Continuatus) (Θεσσαλονίκη 1968), p. 153.14-25.
The deposition of patriarch Aimilianos of Antioch, as described in the work of Nikephoros Bryennios
Ὁ δὲ βασιλεὺς Μιχαὴλ τὸν Ἰσαάκιον, ἄρτι τοῦ δουκὸς Ἀντιοχείας τοῦ πρωτοπροέδρου Ἰωσὴφ τοῦ Ταρχανειώτου τὸ κοινὸν ἀποτίσαντος χρέος καὶ τῶν ἐκεῖσε στασιαθέντων πραγμάτων, ὡς μόλις δυνηθῆναι κατευνασθῆναι τὰς ἀναφυείσας στάσεις παρὰ τοῦ ἐκείνου υἱέος τοῦ μαγίστρου Κατακαλών, ἅτε καὶ τῆς τοῦ Φιλαρέτου τυραννίδος ἀρξαμένης ἤδη αὐξάνειν, δοῦκα Ἀντιοχείας προεχειρίσατο. Ἐπεὶ δὲ τῶν στάσεων αἴτιον ᾤετο εἶναι τὸν πατριάρχην Αἰμυλιανόν, ἐκέλευε τοῦτον εἰς τὴν Κωνσταντινούπολιν ἐξαποστεῖλαι μετὰ σπουδῆς ὅτι πλείστης. Ὁ λογοθέτης δὲ πρὸς τὸν πατριάρχην πάλαι δυσμενῶς ἔχων καὶ ἀμοιβὰς σχεῖν αὐτὸν ἐκ βασιλέως ὑπισχνεῖτο, μόνον εἰ τὸν πατριάρχην τῆς πόλεως ἐξελάσει. Ὁ γοῦν Κομνηνὸς τὴν Ἀντιόχειαν καταλαβὼν μετὰ τιμῆς ὅτι πλείστης ὑπό τε τῶν ἐν τέλει καὶ αὐτοῦ δὴ τοῦ τὸν πατριαρχικὸν θρόνον ἰθύνοντος ὑπεδέχθη· εἰσελθὼν δ’ ἐν τῇ πόλει τὸν πατριάρχην θεραπεύειν προσεποιεῖτο καὶ φιλίως αὐτῷ προσενήνεκτο δεδιὼς τοῦ πλήθους τὴν πρὸς ἐκεῖνον εὔνοιαν· διχῆ γὰρ ἡ πόλις μεμέριστο καὶ τὸ μὲν τῷ πατριάρχῃ προσεποιεῖτο καὶ φιλίως αὐτῷ προσενήνεκτο, τὸ δὲ τοὺς ἄρχοντας ἐθεράπευεν. Ὑφορώμενος οὖν τὴν στάσιν ὁ δοὺξ οὔτε τὰ τοῦ βασιλέως γράμματα τὰ κελεύοντα τὴν ἐξέλευσιν τοῦ πατριάρχου παρέσχεν, οὔτε τι τῶν προσταχθέντων αὐτῷ παρὰ βασιλέως ἀπεκάλυψεν. Ἀλλὰ τί μηχανᾶται; Σκήπτεται νόσον καὶ ἄμφω τὰς χεῖρας δεσμεῖ καὶ τοὺς βραχίονας καὶ νοσεῖν ὑποκρίνεται καὶ τοὺς ἰατροὺς συγκαλεῖται. Φοιτᾷ τοίνυν πρὸς αὐτὸν καὶ ὁ πατριάρχης καὶ περὶ τῆς νόσου φιλοσοφεῖ καὶ τὰ περὶ ταύτης κοινοῦται μετ’ αὐτοῦ. Ἐδόκει οὖν τῆς νόσου αἴτιον εἶναι ἔμφραξις περὶ τὰς λείας ἀρτηρίας συνισταμένη· ὡς δ’ ἐξιέναι τῆς πόλεως τοῦτον ἤρεσε τοῖς ἰατροῖς καὶ χωρίον ἐσκοπεῖτο τῇ νόσῳ κατάλληλον εὖ τε κράσεως ἔχον καὶ θυμηδίαν τινὰ παρέχον τῷ κάμνοντι, ὁ πατριάρχης τοιοῦτό τι ἔχειν ἐπήγγελται καὶ εὐθὺς ἐξιέναι τὸν δοῦκα ἐπέτρεπε κἀν τούτῳ ἐνδιαιτᾶσθαι. Ὁ δὲ ἐξῄει καὶ ὁ πατριάρχης ἧκε τοῦτον προπέμψας καὶ ὑπέστρεφεν. Ἀλλὰ τί τὸ ἐντεῦθεν; Δύο παρῆλθον ἡμέραι καὶ ὁ πατριάρχης ἧκε τοῦτον ἐπισκεψόμενος· ὁ δὲ τὸν πατριάρχην ἰδὼν πυθομένου ἐκείνου τὰ κατ’ αὐτὸν ῥᾷον ἔλεγεν ἔχειν ταῖς σαῖς εὐχαῖς, ὀνήσασθαι γὰρ ὑπὸ τῆς εὐκρασίας τοῦ κατὰ τὸ χωρίον ἀέρος, καὶ ὃς ἀκούων ταῦτ’ ἔχαιρεν. Ἔτι δὲ αὐτῶν ὁμιλούντων, ἧκέ τις μηνύων ἔγγιστα τοῦ χωρίου κοιτάζεσθαι λαγωόν. Ἐκέλευον οὖν <τοῦτον> ἀπιέναι οἱ ἰατροί, ὁ δὲ προεποιειτο μὴ βούλεσθαι· ὁ δὲ πατριάρχης παντάπασιν ἀγνοήσας τὸ δρᾶμα παρεκάλει τοῦτον ἐξιππασάμενον ἀπελθεῖν πρὸς τὴν θῆραν τοῦ λαγωοῦ· ὁ δ’ ὑποκρίνεται τούτου ἀκούειν. Βίᾳ οὖν ἐπιβὰς τοῦ ἵππου τῆς πρὸς Ἀντιόχειαν εἴχετο καὶ εἰσελθὼν ἐντὸς τῆς πόλεως καὶ τὰς πύλας κλείσας τὰ βασιλικὰ πρὸς τὸν πατριάρχην ἐξέπεμπε γράμματα τὰ πρὸς τὴν βασιλίδα τῶν πόλεων τοῦτον μεταπεμπόμενα καὶ ἠξίου πρὸς τὴν θάλασσαν κατιέναι ὡς τάχιστα. Ὁ δὲ ἐδυσχέραινε μὲν καὶ ἠπείλει δράσειν ἀνήκεστα, οὐ μέντοι γε καὶ δεδύνητο, ἀλλὰ τὴν Λαοδικέων καὶ ἄκων καταλαβὼν καὶ ὀλίγας ἐνδιατρίψας ἡμέρας ὥστε αὐτῷ τὰ ἐφόδια κομισθῆναι ἐκ τῆς Ἀντιοχέων, ἀπῆρε πρὸς τὸ Βυζάντιον.
Gautier, P. (ed.), Nicéphore Bryennios, Histoire (Bruxelles 1975), pp. 201.18-205.15.
Bryennios relates the suppression of the revolt by doux Isaac Komnenos (1074-1075)
Ὁ δὲ δοὺξ Ἰσαάκιος τοῦ ἐκ τοῦ πατριάρχου δέους ἀπαλλαγεὶς διώκει τὰ κοινὰ καὶ τὰς ἀναφυομένας ταῖς πόλεσι στάσεις ἐπειρᾶτο διαλύειν. Ἀλλ’ οὐκ ἦν ἠρεμῆσαι τὸν τῶν χριστιανῶν ἀρχαῖον πολέμιον· ταύτῃ τοι καὶ ἐξ αἰτίας βραχείας τοὺς στασιαστὰς αὖθις κεκίνηκε· τῶν γὰρ ἄρτι προκόπτειν ἀρξαμένων τινὲς ἐκκαυθέντες ὑπὸ τοῦ φθόνου κατὰ τῶν ἐν τέλει καὶ τοῦ δουκὸς τὸ πλῆθος ἐξώπλισαν, καὶ τὸν μὲν εἴσω τῆς ἀκροπόλεως συγκλείσαντες τὰς εἰσόδους ἐφρούρουν, κατὰ δὲ τῶν ἐξορμήσαντές τινας μὲν ἀνεῖλον, οἱ δὲ λοιποὶ πρὸς τὴν ἀκρόπολιν τὰς οἰκίας τῶν ἀρχόντων πορθοῦντες καὶ τὰ χρήματα διαρπάζοντες. Ὁ δοὺξ τοίνυν εἰς προῦπτον καταστὰς κίνδυνον πρὸς τὰς κύκλῳ πόλεις ἐξέπεμψε τοὺς στρατιώτας μετακαλούμενος· ἐν ὀλίγῳ δὲ ἀποχρώσης συνελθούσης δυνάμεως κατεστρατήγει τοὺς στασιαστάς· εἰς πολλὰ γὰρ μέρη τὸ στράτευμα διελὼν ἐκέλευσε ἀπιέναι πρὸς τὰ στενωπὰ καὶ τοὺς ἀπαντῶντας ξυλλαμβάνειν, ὡς μὴ ὁμοῦ γενόμενοι βοηθοῖεν ἀλλήλοις· οὗ γενομένου, συνέβη τῶν Ἀντιοχέων στασιαστῶν φόνον γενέσθαι πολὺν καὶ οὕτω μόλις τὴν στάσιν κατευνασθῆναι· ἄρτι δὲ ταύτης κατευνασθείσης τοὺς Ἀντιοχεῖς ἔσπευδε θεραπεύειν.
Gautier, P. (ed.), Nicéphore Bryennios, Histoire (Bruxelles 1975), pp. 205.16-207.3.
The capture of Antioch by Brachamios, as described by Anna Komnena
ἀνὴρ τίς ἐξ Ἀρμενίας ὁρμώμενος Φιλάρετος τὴν ἐπωνυμίαν, περίβλεπτος ἐπ’ ἀνδρείᾳ καὶ φρονήσει, εἰς τὴν τοῦ δομεστικάτου ἀξίαν παρὰ τοῦ προβεβασιλευκότος ῾Ρωμανοῦ τοῦ Διογένους ἀνενεχθεὶς καὶ τὰ συμβάντα τῷ Διογένει θεασάμενος καὶ τὴν τῶν ὀμμάτων αὐτοῦ στέρησιν βεβαιωθεὶς διαφερόντως τοῦτον ποθῶν οὐκ ἔφερεν, ἀλλ’ ἀποστασίαν μελετήσας τὴν τῆς Ἀντιόχου ἐξουσίαν ἑαυτῷ περιεποιήσατο.
Reinsch, D.R. – Kambylis, A. (ed.), Annae Comnenae Alexias (Berlin – New York 2001), p. 186.65-71.
A chronicle of the same period relates the submission of Philaretos Brachamios to the new emperor Nikephoros III Botaneiates (1078)
Ὡμολόγησε δὲ τούτῳ τῷ ἔτει καὶ Φιλάρετος κουροπαλάτης ὁ Βραχάμιος πίστιν τῷ βασιλεῖ καὶ δούλωσιν. Ἔν τισι γὰρ τόποις ὀχυροῖς, τείχεσι καὶ ξυναγκείαις περιειλημμένοις, τὴν οἴκησιν ποιούμενος, Ἀρμενίων τε πληθὺν καὶ συγκλύδων ἀνδρῶν συλλεξάμενος τῷ μὲν προβεβασιλευκότι Μιχαὴλ ἀκαταδούλωτος ἦν καὶ τὴν βασιλικὴν ἐπικράτειαν ἑαυτῷ οἰκειούμενος, τοῦ δὲ Βοτανειάτου περιζωσαμένου τὴν ἀρχὴν τῆς αὐτοκρατορίας δοῦλος αὐτεπάγγελτος γέγονε.
Ioannes Scylitzes Continuatus: Τσολάκης, Ε. (ed.), Η Συνέχεια της Χρονογραφίας του Ιωάννου Σκυλίτζη (Ioannes Scylitzes Continuatus) (Θεσσαλονίκη 1968), p. 184.6-12.