Αυτοκρατορική επιστολή προς τον αυτοκράτορα Λοθάριο
«…ὅτι ἐν τῷ ταξιδίῳ τούτῳ δεῖ ἐπίκουρα ὅλα τὰ ἑσπέρεια γενέσθαι ἡμῖν, ἵνα καινισθῆ τὸ μεγαλόδοξον αὐτοῦ τοῦ φιλανθρώπου θεοῦ καὶ θελήματι θείῳ ἡ ἀγάπη τῆς ἡμετέρας ἐκ θεοῦ βασιλείας ἐφαπλωθῆ ὑμῖν καὶ ἔσηται ἐστηριγμένη ἡ φιλία τῆς ἐκ θεοῦ βασιλείας ἡμῶν καὶ τοῦ ἠγαπημένου ἡμῶν τέκνου του ῥιγός μονίμως καὶ ὁ θεὸς δοξάζηται παρὰ πάντων καὶ εἰς τὰ πέρατα τῶν χριστιανῶν ἡ δικαία ἀποκατάστασις φθάνῃ καὶ οἱ κοινοὶ ἀντίπαλοι ὄλονται καὶ οἱ φίλοι σῴζονται. Ἡ χάρις τοῦ θεοῦ καὶ ἡ εἰρήνη αὐτοῦ καὶ ἡ εὐφροσύνη ἔστω μεθ’ ἡμῶν. Καὶ ἡ περὶ τοῦ σκοποῦ τούτου ἁρμόδιον σοί ἐστιν καὶ ὑπομνηστικῶς ἐγκελεύειν τῷ προδηλωθέντι ἀγαπητῶ ἐν Χριστῷ ἡμῶν τέκνῳ τῷ ῥηγί, ἐπειδὴ δεσπότης αὐτῷ ἐκτίσθης καὶ ἐπίτροπος ἐπεδόθης αὐτῷ παρὰ τοῦ δημιουργήσαντος σὲ θεοῦ»
Dölger, F., “Der Pariser Papyrus von St. Denis als ältestes Kreuzzugsdokument”, στο Byzantinische Diplomatik (Ettal 1956), σελ. 206-207