Ο Μιχαήλ Παλαιολόγος επιλέγεται ως επίτροπος του Ιωάννη Λασκάρεως
αὐτῶν δὲ καθ’ ἑαυτοὺς ἐφ’ ἡμέραις διασκεπτομένων, ἄλλον ἄλλου εἰς κηδεμονίαν τοῦ βασιλέως προκρίνοντος, τέλος ἐπὶ τῷ μεγάλῳ κοντοσταύλῳ τῷ ῥηθέντι Παλαιολόγῳ, ἡ κοινὴ βουλὴ καταντᾷ, ὡς αυτοῦ γε καὶ μόνου παρὰ τοὺς ἄλλους ἱκανοῦ πρὸς τούτο φανέντος· εἴπερ γὰρ ἄλλον, στρατηγικώτατον εἶναι τὸν ἄνδρα, καί οἱ ἐκ παλαιοῦ αὔταρκες εἶναι τὸ εὐγενὲς, καὶ τρίτον τὸ πρὸς τὸν κρατοῦντα συγγενές, ἅμα μὲν αὐτόθεν, ἅμα δὲ καὶ ἐκ τῆς συζύγου... πολλὴν ἐμποιεῖν αὐτῷ τὴν εἰς τὸ κηδεμονικὸν τοῦ βασιλέως παρὰ τοὺς ἄλλους ἐκχώρησιν.
Failler, A. (επιμ.), Georges Pachymérès relations historiques Ι (Paris 1984), σελ. 95. 19-23
Τύφλωση και εκτοπισμός του Ιωάννη Λασκάρεως
Τούτοις καταστρατηγηθέντος τοῖς λογισμοῖς τοῦ βασιλέως –ὑπέκαιε γὰρ αὐτὸν ὁ τῆς μοναρχίας ἔρως, καὶ τὴν παρερχομένην δόξαν περὶ πλείονος ἐτίθει τοῦ θείου φόβου διὰ τὴν τοῦ πλείονος ὄρεξιν–, βουλὴν βουλεύεται μάλα μὲν αἰσχίστην, μάλα δὲ καὶ Θεοῦ πόρρω βάλλουσαν, καὶ πέμψας ἐκτυφλοῦν τὸν παῖδα προσέταττε...
Μεθὸ δὲ ταῦτ’ ἐτολμήθη κατ’ αὐτὴν ἡμέραν τῆς ἐορτῆς τοῦ Σωτήρος καθ’ ἣν ἄρα καὶ ἐγεννήθη, χειρὶ μὲν παρανόμῳ, προστάξει δὲ παρανομωτέρα, φέροντες ἐκ Χηλῆς φόρτον ἐλεεινὸν καὶ οἷον ἄψυχον, τῷ πρὸς θάλασσαν τῆς Δακιβύζης φρουρίῳ ἐν ἀσφαλεῖ κατακλείουσι καί οἱ φρουροὶ ἐγκαθίστανται, ἀποταχθέντος αὐτάρκους σιτηρεσίου τῷ ἐγκεκλεισμένῳ.
Failler, A. (επιμ.), Georges Pachymérès relations historiques Ι (Paris 1984), σελ. 257. 7-11, 257. 21-26
Η ανάμειξη του Μιχαήλ Η' στην υποκίνηση του «Σικελικού Εσπερινού»
...ὥστ’ εἰ λέγοιμι τὴν νῦν ἐκείνων [τῶν Σικελῶν] ἐλευθερίαν θεὸν μὲν παρασκευάσαι, δι’ ἡμῶν δὲ παρασκευάσαι, τῇ αληθείᾳ συμβαίνοντα λέγοιμι...
Grégoire, H., “Imperatoris Michaelis Paleologi de vita sua”, Byzantion 29/30 (1959/1960), σελ. 461
Το αναστηλωτικό έργο του Μιχαήλ Η' στην Κωνσταντινούπολη
... θείων ναῶν ἁπανταχοῦ τῆς Ῥωμαίων ἀνοικοδομαί... οὐχ ἧττον δὲ δήπου καὶ τῶν φροντιστηρίων καὶ ἀσκητηρίων.
Gregory of Cyprus, Laudatio Michaelis Palaeologi, Migne J.P. (ed.), Patrologia Graeca 142, Paris 1885, col. 377c.
Ο Μιχαήλ Η' ως «νέος Κωνσταντίνος»
αἱ δὲ πράξεις αὐταὶ πρεσβεύσασαι πολλὴν καὶ ἀναντίρρητον εἰσήνεγκαν τὴν πειθὼ καὶ νέον Κωνσταντῖνον ἠξίωσάν σε λαμπρῶς προσαγορεύεσθαι καὶ ἀναγορεύεσθαι. τῷ τοι καὶ πάντες ὅσοι τῶν ἡμετέρων καὶ ὅσον βάρβαρον φωναῖς καὶ ἄλλως ἐπιστολιμαίαις γραφαῖς πρὸς ταῖς λοιπαῖς μεγαληγορίαις βασιλικαῖς καὶ οὕτως ἐπονομάζουσί σε καὶ τρανῶς ἀνευφημοῦσί τε καὶ γεραίρουσιν.
Μανουήλ Ολόβωλος, Λόγος Γ' εις τον βασιλέα Μιχαήλ Παλαιολόγο, στο M. Treu (ed.), Manuelis Holoboli orationes (Potsdam 1907), σελ. 84.28-34.
Θάνατος του Μιχαήλ Η'
Δήλωσις δ’ οἶμαι ταῦτα [...] τοῦ τόπου καθ' ὃν ἔμελλε τελευτᾶν –τὰ Παχωμίου γὰρ τὸ χωρίον ἐλέγετο– καὶ τῆς ἐπιτελευτίου ἐπὶ τούτοις ἡμέρας· ἡμέρα γὰρ ἦν παρασκευὴ καθ’ ἣν ταῦτ’ ἐπράττετο, ἑνδεκάτη, ὡς εἴρηται, σκιροφοριῶνος τοῦ ,ςψqα' ἔτους.
Failler, A. (επιμ.), Georges Pachymérès relations historiques IΙ (Paris 1984), σελ. 667. 12-16