Ο ιστορικός Ιωάννης Σκυλίτζης αναφέρει τον Θεοφύλακτο Δαλασσηνό ως αξιωματούχο του αυτοκράτορα Βασιλείου Β΄ (περί το 1020):
τοῦ δὲ θανάτου τοῦ Φωκᾶ γνωσθέντος τῷ βασιλεῖ πέμπεται Θεοφύλακτος ὁ Δαμιανοῦ τοῦ Δαλασσηνοῦ υἱός, καὶ τὸν Ξιφίαν συλλαβὼν ἐκπέμπει δέσμιον εἰς τὴν βασιλίδα πρὸς Ἰωάννην τὸν πρωτονοτάριον, ὃς ἐν τῇ νήσῳ τοῦ Ἀντιγόνου μοναχὸν αὐτὸν ἀποκείρει.
Ιωάννης Σκυλίτζης, Σύνοψις Ιστοριών, Thurn, I. (επιμ.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin – New York 1973), σελ. 367, 50-54.
Η παρ' ολίγον ανάρρηση του Κωνσταντίνου Δαλασσηνού στο θρόνο, όπως περιγράφεται από τον Ιωάννη Σκυλίτζη:
Ἐννάτῃ δὲ Νοεμβρίου μηνός, τῆς δωδεκάτης ἰνδικτιῶνος, ἐν ἔτει ἑξακισχιλιοστῷ πεντακοσιοστῷ τριακοστῷ ἑβδόμῳ, αἰφνιδίῳ νόσῳ ληφθεὶς ὁ Κωνσταντῖνος καὶ παρὰ τῶν ἰατρῶν ἀπαγορευθεὶς ἐσκέπτετο, τίνα ἂν καταλίποι διάδοχον τῆς βασιλείας. ἔδοξεν οὖν αὐτῷ τὸν πατρίκιον Κωνσταντῖνον τὸν Δαλασσηνὸν μεταστείλασθαι, κατὰ τὸν Ἀρμενιακὸν ἐν τῷ ἰδίῳ οἴκῳ σχολάζοντα, γαμβρόν τε ποιήσασθαι ἐπὶ μιᾷ τῶν θυγατέρων καὶ ἀναγορεῦσαι βασιλέα. καὶ δὴ πέμπεται ἄξων αὐτὸν εὐνοῦχός τις τῶν πιστικωτάτων, ὁ λεγόμενος Ἐργοδότης. σπουδῇ δὲ τοῦ Συμεὼν φιλίως διακειμένου πρὸς τὸν πατρίκιον ῾Ρωμανὸν τὸν Ἀργυρόν, αὕτη μὲν παρωράθη ἡ γνώμη, καὶ στέλλεταί τις τάχα ἐκ βασιλέως ἐς τὸν Δαλασσηνόν, ἐκεῖσε προσμένειν κελεύοντος αὐτόν, ὅπῃ ἂν ἡ γραφὴ καταλήψηται, ἄγεται δὲ ὁ ῾Ρωμανὸς ἐς τὰ βασίλεια.
Ιωάννης Σκυλίτζης, Σύνοψις Ιστοριών, Thurn, I. (επιμ.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin – New York 1973), σελ. 373, 15-374, 26.
Ο Κωνσταντίνος Δαλασσηνός λαμβάνει μέρος στην εκστρατεία του Ρωμανού Γ΄ Αργυρού στη Συρία:
τότε δὴ καὶ Κωνσταντῖνος πατρίκιος ὁ Δαλασσηνὸς ἐκπεμφθεὶς ἀνακόψαι τοὺς ἐπεμβαίνοντας καὶ ἀνδρικόν τι καὶ γενναῖον διαπράξασθαι, καὶ τούτοις συμπλακεὶς καὶ ἀκόσμως φυγὼν μεγάλης συγχύσεως καὶ ταραχῆς τὰ ῾Ρωμαίων ἐνέπλησε καὶ τὸν βασιλέα αὐτόν. ἐπανελθόντος γὰρ αὐτοῦ τεθορυβημένου καὶ τὸ στρατόπεδον ἅπαν ταραχῆς ἐμφορήσαντος καὶ ἀκοσμίας, οὐκέτι τοῦ λοιποῦ λόγος μάχης ἐτύγχανεν, ἀλλ’ ἕκαστος, ὥς πῃ δυνατὸν ἦν, τὴν ἑαυτοῦ ἐπραγματεύετο σωτηρίαν.
Ιωάννης Σκυλίτζης, Σύνοψις Ιστοριών, Thurn, I. (επιμ.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin – New York 1973), σελ. 381, 8-15.
Ο Σκυλίτζης περιγράφει την αντίδραση του Κωνσταντίνου Δαλασσηνού στην ανάρρηση του Μιχαήλ Δ΄ Παφλαγόνος στο θρόνο:
πάντα δὲ τὰ ἔνδον καταστησάμενος γράμματα κατὰ πάσης ἐκπέμπει τῆς οἰκουμένης, γνωρίζοντα τοῖς πᾶσιν, ὡς εἴη μὲν ῾Ρωμανὸς ὁ βασιλεὺς τὸ φυσικὸν ἀποδεδωκὼς χρέος, ἀνηγόρευται δὲ ὁ Μιχαὴλ ἔτι ζῶντος ἐκείνου καὶ ἐπιτρέποντος, καὶ τῇ βασιλίδι συζεύγνυται. πρὸς ἅπερ πάντες μὲν ὑπεκλίνοντο οἱ ἄλλοι, καὶ δι’ εὐφήμου φωνῆς τὸν νέον ἐμεγάλυνον βασιλέα. μόνος δὲ Κωνσταντῖνος πατρίκιος ὁ Δαλασσηνός, οἴκαδε διατρίβων, οὐκ ἤνεγκε πράως τὴν ἀκοήν, ἀλλὰ καὶ ἀπεδυσπέτησε πρὸς τὰ φημιζόμενα καὶ διὰ θαύματος ἦγε, πῶς πλείστων ἀγαθῶν ὄντων ἀνδρῶν ἐξ οἴκων λαμπρῶν καὶ ἐπισήμου γένους χυδαῖος καὶ τριωβολιμαῖος ἄνθρωπος τῶν ἄλλων προτετίμητο πάντων καὶ δεσπότης καὶ βασιλεὺς ἀνηγόρευτο. τοῦτο δὲ πυθόμενος ὁ Ἰωάννης ἐπλήσθη μέν, ὡς εἰκός, θορύβου καὶ ταραχῆς, ἐμελέτα δὲ καὶ ἐσκέπτετο, πῶς ἂν καὶ τόνδε τὸν ἄνδρα ὑπὸ τὴν ἑαυτοῦ θεῖτο σαγήνην. καὶ δὴ στέλλεται πρὸς αὐτὸν εἷς τῶν εὐνούχων ὁ λεγόμενος Ἐργοδότης, ἐπιτήδειος ὑπηρετεῖν εἰς τὰ τοιοῦτα, ἐφ’ ᾧ ὅρκους δοῦναί τε καὶ λαβεῖν καὶ ἀγαγεῖν τὸν ἄνδρα ἐς βασιλέα.
Ιωάννης Σκυλίτζης, Σύνοψις Ιστοριών, Thurn, I. (επιμ.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin – New York 1973), σελ. 392, 25-393, 41.
Η προσωρινή συμφιλίωση μεταξύ Κωνσταντίνου Δαλασσηνού και Μιχαήλ Δ΄, όπως περιγράφεται από τον Ιωάννη Σκυλίτζη:
Ἄρτι δὲ τοῦ Ἐργοδότου πρὸς τὸν Δαλασσηνὸν ἀφικομένου, πιστεῦσαι μὲν οὗτος τοῖς ὅρκοις καὶ σὺν αὐτῷ ἀπελθεῖν ἐν τῷ Βυζαντίῳ οὐκ ἠθέλησεν, τῶν τινὰ δὲ πέμψας πιστοτάτων αὐτῷ ὅρκους τε ἀπῄτησε μείζονας τοῦ μή τι παθεῖν χαλεπόν, καὶ ἀπελθεῖν ἐπηγγείλατο. πέμπεται τοίνυν Κωνσταντῖνος ὁ Φαγίτζης εὐνοῦχος, ἄνθρωπος Παφλαγὼν καὶ συνήθης τῷ βασιλεῖ, τά τε τίμια ἐπαγόμενος ξύλα καὶ τὸ ἅγιον ἐκμαγεῖον καὶ τὴν πρὸς Αὔγαρον ἰδιόγραφον ἐπιστολὴν τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ εἰκόνα τῆς ὑπεραγίας θεοτόκου. ὃς ἀπελθὼν καὶ ὅρκους τῷ Κωνσταντίνω δοὺς καὶ λαβών, ἔρχεται μετ’ αὐτοῦ εἰς τὸ Βυζάντιον. ἐλθόντα δὲ τοῦτον φιλοφρόνως ὁ βασιλεὺς ὑπεδέξατο, καὶ ἀνθύπατον τιμήσας καὶ δώροις μεγίστοις δεξιωσάμενος ἀνέτως καὶ ἀδεῶς προσέταξε διάγειν ἐν τῷ ὄντι κατὰ τὰ Κύρου οἴκῳ αὐτοῦ.
Ιωάννης Σκυλίτζης, Σύνοψις Ιστοριών, Thurn, I. (επιμ.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin – New York 1973), σελ. 393, 58-394, 69.
Περιγραφή των γεγονότων που οδήγησαν στην εξορία και φυλάκιση του Κωνσταντίνου Δαλασσηνού και των οικείων του (1034):
Μιχαὴλ δὲ ὁ βασιλεὺς ὑπό τε τῆς δαιμονίου νόσου εἰργόμενος, καὶ ἄλλως πρὸς μεταχείρησιν πραγμάτων νωθρός τις ὢν καὶ ἀμβλύς, σχῆμα μὲν εἶχε τῆς βασιλείας καὶ ὄνομα, ἡ δὲ τῶν πραγμάτων ἐνέργεια ἅπασα πολιτικῶν τε καὶ στρατιωτικῶν ἐν ταῖς χερσὶν ἦν τοῦ Ἰωάννου. εὐθὺς οὖν προχειρίζεται Νικήταν τὸν ἑαυτοῦ ἀδελφὸν δοῦκα Ἀντιοχείας, ὃν ἀπελθόντα εἰσελθεῖν ἐν τῇ πόλει οὐ συνεχώρησαν οι Ἀντιοχεῖς. πρὸ μικροῦ γὰρ φορολόγος τις, Σαλίβας τὴν προσηγορίαν, τὰ κατ’ αὐτοὺς ἐπιτετραμμένος καὶ βαρέως τοῖς ἀνθρώποις ἐπενηνεγμένος κτείνεται παρὰ τοῦ δήμου τῶν Ἀντιοχέων. διὰ οὖν τὸν τούτου φόνον, ἵνα μή τι καὶ ἀνήκεστον πάθωσι δεδιότες οι Ἀντιοχεῖς, ἀπέκλεισαν τῷ Νικήτᾳ τὴν εἴσοδον. ὅρκοις δὲ τούτου πιστωσαμένου, ὡς ἀμνηστία κακῶν αὐτοῖς ἔσεται, καὶ οὐδὲν οὐδεὶς πείσεται ἄχαρι διὰ τὸν τοῦ Σαλίβα φόνον, συγχωροῦσι τὴν εἴσοδον. ὁ δὲ τῆς πόλεως ἐπειλημμένος καὶ κύριος τῶν πραγμάτων γενόμενος, ὀλίγα ἢ οὐδὲν τῶν ὅρκων φροντίσας, ἀμφὶ μὲν τοὺς ἑκατὸν ἄνδρας ἀπέκτεινεν ἀποτεμών τε καὶ ἀνασκολοπίσας, ἕνδεκα δὲ τοὺς προὔχοντας ζαμπλούτους ἄνδρας καὶ γένει περιφανεῖς δεσμεύσας, ὧν κορυφαῖος ἦν ὁ πατρίκιος Ἐλπίδιος, δεσμίους ἐκπέμπει πρὸς τὸ Βυζάντιον, γράψας τῷ ἀδελφῷ Ἰωάννῃ, μὴ διὰ τὸν τοῦ Σαλίβα φόνον κωλυθῆναι αὐτῷ τὴν εἰς τὴν πόλιν εἴσοδον, ἀλλὰ διὰ τὴν εἰς τὸν Δαλασσηνὸν εὔνοιαν. τοῦτο τῆς προαποκειμένης ὑπονοίας κατὰ τοῦ Δαλασσηνοῦ τῷ Ἰωάννῃ ζώπυρον ἐγεγόνει καὶ εἰς πυρσὸν ἀνήπτετο. καὶ εὐθὺς ἄγεται εἰς τὰ βασίλεια, καὶ κατὰ τὴν τρίτην τοῦ Αὐγούστου μηνὸς τῆς δευτέρας ἰνδικτιῶνος ἐν τῇ νήσῳ Πλάτῃ περιορίζεται. βάλλεται δὲ καὶ ἔν τινι πύργῳ ὁ ἐπὶ θυγατρὶ γαμβρὸς αὐτοῦ Κωνσταντῖνος ὁ Δοῦκας, ὅτιπερ ἐπεβοᾶτο τὴν ἀδικίαν καὶ τὴν παράβασιν τῶν ὅρκων ἐξήλεγχε καὶ τὸν θεὸν ἐμαρτύρετο. ἔπαθον δὲ δι’ αὐτὸν καὶ ἄνδρες τρεῖς τῶν ἐκ τῆς Μικρᾶς Ἀσίας εὐγενεῖς καὶ πλούσιοι, ὁ Γουδέλης, ὁ Βαϊανὸς καὶ ὁ λεγόμενος Προβατᾶς, δημευθείσης τῆς οὐσίας αὐτῶν καὶ Κωνσταντίνῳ τῷ τοῦ βασιλέως ἀφορισθείσης ἀδελφῷ. τότε καὶ Συμεὼν πρωτοβεστιάριος, ὁ τῶν θεραπόντων τοῦ βασιλέως εἷς Κωνσταντίνου, ὅτι μὴ ἠρέσκετο τοῖς δρωμένοις, ἀλλὰ τὴν εἰς τὸν Δαλασσηνὸν ἀδικίαν ἐπεβοᾶτο καὶ τὴν τῶν ὅρκων ἀθέτησιν τῶν βασιλείων, διώκεται καὶ τῆς πόλεως, κἀν τῷ Ὀλύμπῳ γενόμενος τὴν κοσμικὴν ἀπέθετο τρίχα, καρεὶς ἐν τῷ παρ’ αὐτοῦ νεουργηθέντι μοναστηρίῳ.
Ιωάννης Σκυλίτζης, Σύνοψις Ιστοριών, Thurn, I. (επιμ.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin – New York 1973), σελ. 395, 95-396, 32.
Αναφορά του ιστορικού Ιωάννη Σκυλίτζη στην εμμονή του Ιωάννη Ορφανοτρόφου με τον Κωνσταντίνο Δαλασσηνό:
περαιωθέντες δὲ καὶ τὸν Ἴστρον οἱ Πατζινάκαι πᾶσαν ἐληΐσαντο τὴν Μυσίαν ἄχρι Θεσσαλονίκης, καὶ τὰ τῶν Ἄφρων πλοῖα τὰς Κυκλάδας οὐ μικρῶς ἐλυμήναντο. ὧν οὐδεμία φροντὶς ἦν τῷ Ἰωάννῃ, μόνην δ’ ἔμμονον ἀσχολίαν εἶχεν, ὅπως ἂν ὁ Δαλασσηνὸς ἀσφαλῶς τηρεῖτο, καὶ μὴ τὰς αὐτοῦ λάθοι διαδρὰς πλεκτάνας. καὶ δῆτα μεταγαγὼν ἀπὸ τῆς νήσου Πλάτης αὐτὸν πύργῳ καθείργνυσιν ἀσφαλεῖ, ἐπιστήσας αὐτῷ φρουροὺς οὐκ αγεννεῖς.
Ιωάννης Σκυλίτζης, Σύνοψις Ιστοριών, Thurn, I. (επιμ.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin – New York 1973), σελ. 397, 43-49.
Ο Σκυλίτζης περιγράφει το διωγμό της οικογένειας των Δαλασσηνών από τον Ιωάννη Ορφανοτρόφο:
Τῷ δὲ ‚Ϛφμζ’ ἔτει, ἰνδικτιῶνος ἑβδόμης, ἐπιτείνων τὸ πρὸς τὸν Δαλασσηνὸν ἔχθος ὁ Ἰωάννης ὑπερορίζει καὶ Θεοφύλακτον πατρίκιον τὸν αὐτοῦ ἀδελφόν, καὶ τὸν ἕτερον ἀδελφὸν αὐτοῦ τὸν πατρίκιον ῾Ρωμανόν, καὶ Ἀδριανὸν τὸν ἀνεψιὸν αὐτῶν καὶ τοὺς λοιποὺς τοὺς κατὰ γένος αὐτῷ ἐγγίζοντας. ἔσπευδε γὰρ ἀφανίσαι τὸ γένος αὐτοῦ.
Ιωάννης Σκυλίτζης, Σύνοψις Ιστοριών, Thurn, I. (επιμ.), Ioannis Scylitzae Synopsis Historiarum (Corpus Fontium Historiae Byzantinae 5, Berlin – New York 1973), σελ. 404, 50-54.
Ο Μιχαήλ Ε΄ Καλαφάτης απελευθερώνει τον Κωνσταντίνο Δαλασσηνό (1041):
καὶ ἦν ὁ ἀνὴρ ἐπὶ μὲν τῆς προτέρας διαγωγῆς κακιζόμενος καὶ τοῖς ἐπαινετῶς πολιτευομένοις μὴ συναπτόμενος, ἐπὶ δὲ τῆς βασιλικῆς ἀναβάσεως καὶ λίαν ἐγκωμιαζόμενός τε καὶ σεμνυνόμενος, οἷα φιλοτίμως ἄρτι πρῶτον ὑπὲρ τοὺς πρὸ αὐτοῦ βεβασιλευκότας τῇ συγκλήτῳ καὶ τοῖς ἄλλοις προσφερόμενος ὑπηκόοις, καὶ τιμαῖς περιβλέπτοις καὶ ἀξιώμασι πλείστους ὅσους καταγεραίρων, καὶ τὴν εὐνομίαν, εἴπερ τις ἄλλος, σπουδάζων ἀνεγερθῆναι, καὶ τῶν ἀδικουμένων ἐκδικητὴς ἀναφαινόμενος ἀπαραίτητος, καὶ δικαιοσύνην τῶν ἄλλων ἁπάντων ὑπεραίρων καὶ προτιμώμενος. ἐξήγαγε γὰρ καὶ τῆς χρονίας φρουρᾶς τόν τε Κωνσταντῖνον ἐκεῖνον τὸν Δαλασσηνόν, ὡς ὕποπτον περὶ τῆς βασιλείας ἐν πύργῳ ἀποκλεισθέντα παρὰ τοῦ θείου αὐτοῦ,…
Μιχαήλ Ατταλειάτης, Ιστορία, Bekker, I. (επιμ.), Michaelis Attaliotae Historia (Bonn 1853), σελ. 11, 5-18.
Περιγραφή του ήθους και του χαρακτήρα του Κωνσταντίνου Δαλασσηνού από τον λόγιο Μιχαήλ Ψελλό:
Ἦν δέ τις ἀνὴρ τὸ τηνικαῦτα μετὰ τῶν ἄλλων, καὶ τὸ εἶδος οὐκ ἄλλος, ᾧ πατρὶς μὲν ἡ Δάλασσα, χωρίον ἐπισημότατον, Κωνσταντῖνος δὲ τοὔνομα, ὥσπερ εἰς ἀρχικὸν ὄγκον παρεσκευασμένος παρὰ τῆς φύσεως· οὕπω γὰρ δεκαέτης ἐγεγόνει καὶ ἡ φήμη τοῦτον εἰς τὴν κρείττω ἦρεν ὑπόληψιν· ἐδεδοίκεσαν γοῦν τὸν ἄνδρα οἱ βασιλεύοντες καὶ πάντες αὐτῷ τὴν εἰς τὰ βασίλεια πορείαν ἀπέφραττον, ὁ δέ γε Παφλαγὼν Μιχαὴλ καὶ κατακλείσας εἶχεν, οὐ μᾶλλον ἐκεῖνον δεδιὼς ἢ τοὺς πολλοὺς ἐπ’ αὐτῷ· ὀρθὴ γὰρ ἡ Πόλις ἐγεγόνει ἰδοῦσα τὸν ἄνδρα καὶ μετεώριστο ὡς αὐτίκα τι ὑπὲρ αὐτοῦ διαπράξουσα· ἀλλ’ ὁ μὲν ἐν φρουρίῳ καθείρξας ἐφύλαττεν· ὁ δέ γε μετ’ ἐκεῖνον βασιλεύσας ἀνεψιὸς, ὁμοῦ τε τοῖς βασιλικοῖς θρόνοις ἐγκαθιδρύθη καὶ σβεννύει τούτῳ τὴν τῆς βασιλείας ὑπόληψιν· μετασχηματίζει γὰρ αὐτῷ τὴν περιβολὴν καὶ μετὰ τῶν μελαμφορούντων ἱστᾷ, οὐχ ὡς εὔνους συμβιβάζων Θεῷ, ἀλλ’ ὡς δύσνους ἀπάγων τοῦ ὑπονοουμένου σκοποῦ· ἀλλ’ ὁ μὲν ἔστεργε τὴν ψυχὴν, ὁ δὲ καιρὸς τοῦτον ἐκάλει πρὸς τὴν ἀρχὴν, καὶ εἶχε τοῦ τὸ σχῆμα μεταβαλεῖν ἐγγὺς τὸ παράδειγμα· ἡ γὰρ βασιλὶς τὸ πρῶτον παθοῦσα ἐπεποιήκει τὸ δεύτερον· καὶ προήχθη ταύτῃ ἐπ’ ἄλλο τι μετακεκλημένος· ἀποτομώτερον δὲ τοῖς λόγοις χρησάμενος καὶ γενναιοτέρων ἐνθυμημάτων περὶ τῆς βασιλείας ἁψάμενος, καὶ μηδέν τι τοῦ γενναίου καθυφεὶς λήματος, δυσχερέστερος τοῖς πολλοῖς ἔδοξε καὶ τὸ ἦθος βαρύτερος, καὶ τῶν προσδοκιῶν ἀπώσθη ὑποπτευθείς.
Μιχαήλ Ψελλός, Χρονογραφία, Renauld, É. (επιμ.), Michel Psellos, Chronographie ou histoire d’un siècle de Byzance (976-1077) 1 (Paris 1926), σελ. 122, 12, 1-123, 12, 26.
Ο Μιχαήλ Ψελλός επαινεί την κόρη του Κωνσταντίνου Δαλασσηνού, πρώτη σύζυγο του μετέπειτα αυτοκράτορα Κωνσταντίνου Ι΄ Δούκα:
γυναῖκα δὲ γήμας καὶ γένει περιφανῆ (Κωνσταντίνου γὰρ ἦν παῖς ἐκείνου, ὃν τὸ μὲν χωρίον ἡ Δάλασσα ἤνεγκεν, ἡ δὲ ῥώμη πανταχοῦ τῆς οἰκουμένης ἐκήρυξε) καὶ κάλλει διαπρεπῆ, σωφροσύνῃ τὸν βίον ἐκόσμησεν.
Μιχαήλ Ψελλός, Χρονογραφία, Renauld, É. (επιμ.), Michel Psellos, Chronographie ou histoire d’un siècle de Byzance (976-1077) 2 (Paris 1928), σελ. 141, 6, 16-20.
Ο ιστορικός Νικηφόρος Βρυέννιος αναφέρεται στην καταγωγή της Άννας Δαλασσηνής:
ὁ δὲ Ἰωάννης τῇ τοῦ Χάρωνος Ἀλεξίου, ᾧ τὰ κατὰ τὴν Ἰταλίαν ἐκ βασιλέως ἐγκεχείριστο πράγματα, ἀνδρὸς φρενήρους καὶ νουνεχοῦς καὶ τὴν χεῖρα γενναίου καὶ τὴν ψυχὴν θαρσαλέου, ᾧ καὶ τὸ ἐπώνυμον ἐκ τῆς ἀνδρίας κεκλήρωτο· τόν τινα γὰρ τῶν ἐναντίων βαλὼν ἐπεὶ νεκρὸν ἀποδέδειχε, Χάρων ἐντεῦθεν ἐπωνομάσθη. Τούτου τὴν θυγατέρα γήμας ὁ Ἰωάννης Ἄνναν εἰς Δαλασσηνοὺς τὸ γένος μητρόθεν ἀνέλκουσαν τοὺς Ἀδριανοὺς ἐκείνους καὶ τοὺς Θεοφυλάκτους, παίδων ἀρίστων ἀπεφάνθη πατήρ.
Νικηφόρος Βρυέννιος, Ύλη Ιστορίας, Gautier, P. (επιμ.), Nicéphore Bryennios, Histoire (Corpus Fontium Historiae Byzantinae 9, Bruxelles 1975), σελ. 77, 13-20.
Έπαινος της Άννας Δαλασσηνής από την εγγονή της, την ιστορικό Άννα Κομνηνή:
τοιαῦτα τὰ τῆς Ἀλεξίου βασιλείας προοίμια· οὐ γάρ τις αὐτοκράτορα τοῦτον εἰκότως τό γε νῦν ὀνομάσειε τῆς αὐτοκράτορος περιωπῆς ἅπαξ ἀποκληρωθείσης παρ’ αὐτοῦ τῇ μητρί. ἄλλος μὲν οὖν νόμοις ἐγκωμιαστικοῖς ὑπείκων πατρίδα τῆς θαυμασίας ἐκείνης μητρὸς ἐπαινείτω καὶ γένος πρὸς Ἀδριανοὺς ἐκείνους τοὺς Δαλασσηνοὺς ἀναφερόμενον καὶ Χάρωνας καὶ τῷ πελάγει τῶν κατ’ ἐκείνους προτερημάτων ἐπαφιέτω τὸν λόγον, ἐμοὶ δὲ ἱστορίαν ξυγγραφούσῃ οὐκ ἐκ γένους καὶ αἵματος προσήκει ταύτην χαρακτηρίζειν, ἀλλ’ ἐκ τρόπου καὶ ἀρετῆς καὶ τούτων, ὁπόσον ὁ τῆς ἱστορίας ὑποτίθεται λόγος. ἵνα γὰρ πρὸς ἐκείνην ἐπαναδραμοῦμαι καὶ αὖθις, ἀξίωμα μὲν οὖν μέγιστον αὐτὴ οὐ γυναικῶν μόνον, ἀλλὰ καὶ ἀρρένων καθίστατο καὶ κόσμος τῆς ἀνθρωπίνης φύσεως. τὴν δὲ περὶ τὰ βασίλεια γυναικωνίτιν παντάπασι διεφθορυῖαν, ἐξότου ὁ Μονομάχος ἐκεῖνος τὸ τῆς βασιλείας ἀνεδήσατο κράτος, καὶ εἰς ἔρωτας ἀλόγους ἀποκλίνασαν καὶ μέχρι τῆς βασιλείας τοὐμοῦ πατρὸς ἐπὶ τὸ βέλτιον ἀλλοιώσασα εἰς κόσμον ἐπαινούμενον μετήνεγκε.
Άννα Κομνηνή, Αλεξιάς, Reinsch, D.R. – Kambylis, A. (επιμ.), Annae Comnenae Alexias (Corpus Fontium Historiae Byzantinae 40, Berlin – New York 2001), σελ. 105, 55-70.
Ο Αλέξιος Α΄ Κομνηνός διορίζει τον συγγενή του Κωνσταντίνο Δαλασσηνό επικεφαλής των ναυτικών δυνάμεων:
τοῦ συμβάντος δὲ τῷ Κασταμονίτῃ ὁ βασιλεὺς ἐν εἰδήσει γενόμενος ἕτερον ἐξοπλίζει στόλον ἐπιστήσας δοῦκα τούτου Κωνσταντῖνον τὸν Δαλασσηνόν, ἄνδρα μαχιμώτατον καὶ μητρόθεν τούτῳ προσήκοντα. ὃς κατὰ τὴν ἠιόνα τῆς Χίου γενόμενος παραχρῆμα τῆς τοῦ κάστρου πολιορκίας εἴχετο ἐκθύμως μαχόμενος καὶ σπεύδων τὴν πόλιν ἑλεῖν πρὸ τοῦ τὸν Τζαχὰν ἀπὸ τῆς Σμύρνης καταλαβεῖν.
Άννα Κομνηνή, Αλεξιάς, Reinsch, D.R. – Kambylis, A. (επιμ.), Annae Comnenae Alexias (Corpus Fontium Historiae Byzantinae 40, Berlin – New York 2001), σελ. 223, 92-3.
Η δράση του Κωνσταντίνου Δαλασσηνού εναντίον του εμίρη Τζαχά, όπως περιγράφεται από την Άννα Κομνηνή:
ἐνόσῳ δὲ ταῦτα ἐγίνετο, ὁ Δαλασσηνὸς Κωνσταντῖνος θαλασσοκράτωρ τηνικαῦτα ὢν καὶ μήπω ἐφθακώς, κατὰ τὰ ἐντεταλμένα παρὰ τοῦ Δούκα εἰς ἀκρωτήριόν τι τὰς ναῦς προσορμίσας, ἐπεὶ ταῦτα μεμαθήκοι, ἐλθὼν ἠξίου τὸν Δούκαν παραχωρηθῆναί οἱ μετὰ τοῦ Τζαχᾶ συνάψαι πόλεμον. ὁ δὲ τὸν προγεγονότα εὐλαβούμενος ὅρκον ἀνεβάλετο τέως· ὁ δὲ Δαλασσηνὸς ἐνέκειτο λέγων ὡς «σὺ μὲν ὀμώμοκας, ἐγώ δ’ οὐ παρῆν, καὶ σὺ μὲν τήρει ἃς δέδωκας πίστεις ἀρραγεῖς, ἐγώ δ’ μήτε παρὼν μητ’ ὀμωμοκὼς μήτέ τι τῶν συνδοξάντων ἀμφοῖν γινώσκων ἐπαποδύσομαι πρὸς τὸν κατὰ τοῦ Τζαχᾶ πόλεμον». ἐπεὶ δ’ ὁ Τζαχᾶς τὰ πρυμνήσια λύσας ὡς εἶχε κατευθὺ Σμύρνης τὸν ἀπόπλουν ἐποιεῖτο, καταλαμβάνει τοῦτον ὁ Δαλασσηνὸς θᾶττον ἢ λόγος καὶ παραχρῆμα προσβαλὼν ἐδίωκεν. ἀλλὰ καὶ ὁ Δούκας τὸ ἐπίλοιπον τοῦ ναυτικοῦ τοῦ Τζαχᾶ λύον τὰ πρυμνήσια ἐφθακὼς κατέσχε μὲν τὰς ναῦς καὶ τῆς βαρβαρικῆς χειρὸς τοὺς δορυαλώτους ἅπαντας καὶ τοὺς ἐν αὐτοῖς δεσμώτας αἰχμαλώτους ἐρρύσατο. ὁ δὲ Δαλασσηνὸς πολλὰ τῶν τοῦ Τζαχᾶ λῃστρικῶν πλοίων κατασχὼν τοὺς ἐνόντας σὺν αὐτοῖς ἐρέταις ἀναιρεῖσθαι παρεκελεύετο. τάχα δ’ ἂν καὶ ὁ Τζαχᾶς αὐτὸς ἑαλώκει, εἰ μὴ πανοῦργος ὢν καὶ τὸ μέλλον ὑφορώμενος εἰς ἓν τῶν κουφοτέρων ἀκατίων μεταβὰς διὰ τὸ ἀνύποπτον διεσώθη λαθών· στοχαζόμενος γὰρ τοῦ συμπεσόντος αὐτῷ ἐκ τῆς ἠπείρου Τούρκους παρεσκευάκει εἴς τι ἀκρωτήριον ἑστάναι καὶ ὁρᾶν, μέχρις ἂν ἢ τὴν Σμύρνην ἀκινδύνως αὐτὸς καταλάβῃ ἢ πολεμίοις περιτυχὼν πρὸς αὐτοὺς τὴν ναῦν ἐξορμίσῃ καθάπερ εἴς τι κρησφύγετον. καὶ δὴ τοῦ σκοποῦ οὐκ ἠστόχει, ἀλλ’ ἐκεῖ τὴν ναῦν προσορμίσας μετὰ τῶν ἀπεκδεχομένων αὐτὸν Τούρκων ἑνωθεὶς ὡς πρὸς Σμύρνην ᾤχετο, καὶ δὴ καὶ ταύτην κατέλαβεν, ὁ δὲ Δαλασσηνὸς νικητὴς ὑποστρέψας ἑνοῦται τῷ μεγάλῳ δουκί. καὶ ὁ Δούκας τὰ κατὰ τὴν Μυτιλήνην ἀσφαλισάμενος, ἐπεὶ καὶ ὁ Δαλασσηνὸς ἐκεῖθεν ὑπέστρεψε, τοῦ ῥωμαϊκοῦ στόλου πολὺ μέρος ἀφελόμενος κατὰ τῶν παρὰ τοῦ Τζαχᾶ κατεχομένων (καὶ γὰρ ἱκανὰς ἔφθασε νήσους χειρώσασθαι) ἐξαπέστειλε, καὶ ἐξ ἐπιδρομῆς τήν τε Σάμον καί τινας ἄλλας νήσους κατασχὼν ἐπανέρχεται πρὸς τὴν βασιλεύουσαν.
Άννα Κομνηνή, Αλεξιάς, Reinsch, D.R. – Kambylis, A. (επιμ.), Annae Comnenae Alexias (Corpus Fontium Historiae Byzantinae 40, Berlin – New York 2001), σελ. 261, 1-31.
Αποστολή του Κωνσταντίνου Δαλασσηνού εναντίον του εμίρη Τζαχά:
ταῦτα μεμαθηκὼς ὁ αὐτοκράτωρ οὐκ ἀνέπιπτεν αὖθις οὐδ’ ἀνεβάλλετο, ἀλλ’ ἐκ θαλάττης καὶ ἠπείρου ἔσπευδε τοῦτον καταγωνίσασθαι. τὸν μὲν οὖν Κωνσταντῖνον τὸν Δαλασσηνὸν θαλασσοκράτορα προχειρισάμενος τηνικαῦτα μετὰ τοῦ ναυτικοῦ παντὸς ἐξέπεμψε κατὰ τοῦ Τζαχᾶ,…
Άννα Κομνηνή, Αλεξιάς, Reinsch, D.R. – Kambylis, A. (επιμ.), Annae Comnenae Alexias (Corpus Fontium Historiae Byzantinae 40, Berlin – New York 2001), σελ. 264, 2-6.